Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
25 ἀλλʼ ἵνα μὴ τοῦτον ὑπολάβῃ τις μόνον οὕτως αὐτῷ κατεσκευάσθαι τὸν λόγον, ἑτέρου πάλιν ἅψομαι τοῦ πάνυ ἡρμηνεῦσθαι δαιμονίως δοκοῦντος, τοῦ ὑπὲρ Κτησιφῶντος, ὃν ἐγὼ κράτιστον ἀποφαίνομαι πάντων λόγων· ὁρῶ δὴ κἀν τούτῳ μετὰ τὴν προσαγόρευσιν τῶν Ἀθηναίων εὐθέως τὸν κρητικὸν ῥυθμόν, εἴτε ἄρα παιᾶνά τις αὐτὸν βούλεται καλεῖν ʽδιοίσει γὰρ οὐδέν̓ τὸν ἐκ πέντε συγκείμενον χρόνων οὐκ αὐτοσχεδίως μὰ Δία ἀλλʼ ὡς οἷόν τε μάλιστα ἐπιτετηδευμένως διʼ ὅλου τοῦ κώλου πλεκόμενον τούτου τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις. οὐ τοιοῦτος μέντοι κἀκεῖνός ἐστιν ὁ ῥυθμός Κρησίοις ἐν ῥυθμοῖς παῖδα μέλψωμεν; ἐμοὶ γοῦν δοκεῖ· ἔξω γὰρ τοῦ τελευταίου ποδὸς τά γε ἄλλα παντάπασιν ἴσα. ἔστω καὶ τοῦτο, εἰ βούλεταί τις, αὐτοσχέδιον· ἀλλὰ καὶ τὸ συναπτόμενον τούτῳ κῶλον ἰαμβεῖόν ἐστιν ὀρθόν, συλλαβῇ τοῦ τελείου δέον, ἵνα δὴ κἀνταῦθα ἄσημον γένηται τὸ μέτρον, ἐπεὶ μιᾶς γε συλλαβῆς προστεθείσης τέλειον ἔσται ὅσην εὔνοιαν ἔχων ἔγωγε διατελῶ . κἄπειτα ὁ παιὰν ἢ ὁ κρητικὸς ἐκεῖνος ὁ πεντάχρονος ἥξει ῥυθμὸς ἐν τοῖς ἑξῆς τούτοις τῇ πόλει καὶ πᾶσιν ὑμῖν τοσαύτην ὑπάρξαί μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα . τοῦτο γὰρ ἔοικεν, ὅ τι μὴ κατακλωμένους ἔχει δύο πόδας ἐν ἀρχαῖς, κατὰ γοῦν τὰ ἄλλα πάντα τῷ παρὰ Βακχυλίδῃ οὐχ ἕδρας ἔργον οὐδʼ ἀμβολᾶς, ἀλλὰ χρυσαιγίδος Ἰτανίας χρὴ παρʼ εὐδαίδαλον ναὸν ἐλθόντας ἁβρόν τι δεῖξαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme