Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
25 ὑφορῶμαί τινα πρὸς ταῦτα καταδρομὴν ἀνθρώπων τῆς μὲν ἐγκυκλίου παιδείας ἀπείρων, τὸ δὲ ἀγοραῖον τῆς ῥητορικῆς μέρος ὁδοῦ τε καὶ τέχνης χωρὶς ἐπιτηδευόντων, πρὸς οὓς ἀναγκαῖον ἀπολογήσασθαι, μὴ δόξωμεν ἔρημον ἀφηκέναι τὸν ἀγῶνα. ἐροῦσι δὴ ταῦτα· ὁ Δημοσθένης οὖν οὕτως ἄθλιος ἦν, ὥσθʼ ὅτε γράφοι τοὺς λόγους, μέτρα καὶ ῥυθμοὺς ὥσπερ οἱ πλάσται παρατιθέμενος, ἐναρμόττειν ἐπειρᾶτο τούτοις τοῖς τύποις τὰ κῶλα στρέφων ἄνω καὶ κάτω τὰ ὀνόματα καὶ παραφυλάττων τὰ μήκη καὶ τοὺς χρόνους καὶ τὰς πτώσεις τῶν ὀνομάτων καὶ τὰς ἐγκλίσεις τῶν ῥημάτων καὶ πάντα τὰ συμβεβηκότα τοῖς μορίοις τοῦ λόγου πολυπραγμονῶν; ἠλίθιος μέντἂν εἴη εἰς τοσαύτην σκευωρίαν καὶ φλυαρίαν ὁ τηλικοῦτος ἀνὴρ ἑαυτὸν διδούς. ταῦτα δὴ καὶ τὰ τούτοις παραπλήσια κωμῳδοῦντας αὐτοὺς καὶ καταχλευάζοντας οὐ χαλεπῶς ἄν τις ἀποκρούσαιτο ταῦτα εἰπών· πρῶτον μὲν ὅτι οὐδὲν ἄτοπον ἦν, εἰ ὁ τοσαύτης δόξης ἠξιωμένος ἀνὴρ ὅσης οὐδεὶς τῶν πρότερον ὀνομασθέντων ἐπὶ δεινότητι λόγων, ἔργα συνταττόμενος αἰώνια καὶ διδοὺς ἑαυτὸν ὑπεύθυνον τῷ πάντα βασανίζοντι φθόνῳ καὶ χρόνῳ ἐβουλήθη μηδὲν εἰκῇ μήτε πρᾶγμα παραλαμβάνειν μήτʼ ὄνομα, πολλὴν δʼ ἀμφοῖν ἔχειν τούτων πρόνοιαν τῆς τε ἐν τοῖς νοήμασιν οἰκονομίας καὶ τῆς εὐμορφίας τῆς περὶ τὰ ὀνόματα, ἄλλως τε καὶ τῶν τότε ἀνθρώπων οὐ γραπτοῖς ἀλλὰ γλυπτοῖς καὶ τορευτοῖς ἐοικότας ἐκφερόντων λόγους, λέγω δὲ Ἰσοκράτους καὶ Πλάτωνος τῶν σοφιστῶν· ὃ μέν γε τὸν πανηγυρικὸν λόγον, ὡς οἱ τὸν ἐλάχιστον χρόνον γράφοντες ἀποφαίνουσιν, ἐν ἔτεσι δέκα συνετάξατο, ὁ δὲ Πλάτων τοὺς ἑαυτοῦ διαλόγους κτενίζων καὶ βοστρυχίζων καὶ πάντα τρόπον ἀναπλέκων οὐ διέλειπεν ὀγδοήκοντα γεγονὼς ἔτη· πᾶσι γὰρ δήπου τοῖς φιλολόγοις γνώριμα τὰ περὶ τῆς φιλοπονίας τἀνδρὸς ἱστορούμενα τά τε ἄλλα καὶ δὴ καὶ τὰ περὶ τὴν δέλτον, ἣν τελευτήσαντος αὐτοῦ λέγουσιν εὑρεθῆναι ποικίλως μετακειμένην τὴν ἀρχὴν τῆς Πολιτείας ἔχουσαν τήνδε κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνος . τί οὖν ἦν ἄτοπον, εἰ καὶ Δημοσθένει φροντὶς εὐφωνίας τε καὶ ἐμμελείας ἐγένετο καὶ τοῦ μηδὲν εἰκῇ καὶ ἀβασανίστως τιθέναι μήτε ὄνομα μήτε νόημα; πολύ τε γὰρ μᾶλλον ἐμοὶ δοκεῖ προσήκειν ἀνδρὶ κατασκευάζοντι λόγους πολιτικοὺς μνημεῖα τῆς ἑαυτοῦ δυνάμεως αἰώνια μηδενὸς τῶν ἐλαχίστων ὀλιγωρεῖν, ἢ ζῳγράφων τε καὶ τορευτῶν παισὶν ἐν ὕλῃ φθαρτῇ χειρῶν εὐστοχίας καὶ πόνους ἀποδεικνυμένοις περὶ τὰ φλέβια καὶ τὰ πτίλα καὶ τὸν χνοῦν καὶ τὰς τοιαύτας μικρολογίας κατατρίβειν τῆς τέχνης τὴν ἀκρίβειαν. τούτοις τε δὴ τοῖς λόγοις χρώμενος δοκεῖ μοί τις ἂν οὐδὲν ἔξω τοῦ εἰκότος ἀξιοῦν καὶ ἔτι ἐκεῖνα εἰπών, ὅτι μειράκιον μὲν ὄντα καὶ νεωστὶ τοῦ μαθήματος ἁπτόμενον αὐτὸν οὐκ ἄλογον ἦν πάντα περισκοπεῖν, ὅσα δυνατὰ ἦν εἰς ἐπιτήδευσιν ἀνθρωπίνην πεσεῖν· ἐπειδὴ δὲ ἡ χρόνιος ἄσκησις ἰσχὺν πολλὴν λαβοῦσα τύπους τινὰς ἐν τῇ διανοίᾳ παντὸς τοῦ μελετωμένου καὶ σφραγῖδας ἐνεποίησεν, ἐκ τοῦ ῥᾴστου τε καὶ ἀπὸ τῆς ἕξεως αὐτὰ ἤδη ποιεῖν. οἷόν τι γίνεται κἀν ταῖς ἄλλαις τέχναις, ὧν ἐνέργειά τις ἢ ποίησις τὸ τέλος· αὐτίκα οἱ κιθαρίζειν τε καὶ ψάλλειν καὶ αὐλεῖν ἄκρως εἰδότες ὅταν κρούσεως ἀκούσωσιν ἀσυνήθους, οὐ πολλὰ πραγματευθέντες ἀπαριθμοῦσιν αὐτὴν εὐθὺς ἐπὶ τῶν ὀργάνων ἅμα νοήσει· μανθάνοντες δέ γε χρόνῳ τε πολλῷ καὶ πόνῳ τὰς δυνάμεις τῶν φθόγγων ἀναλαμβάνουσιν, καὶ οὐκ εὐθὺς αἱ χεῖρες αὐτῶν ἐν ἕξει τοῦ δρᾶν τὰ παραγγελλόμενα ἦσαν, ὀψὲ δέ ποτε καὶ ὅτε ἡ πολλὴ ἄσκησις αὐταῖς εἰς φύσεως ἰσχὺν κατέστησε τὸ ἔθος, τότε τῶν ἔργων ἐγένοντο ἐπιτυχεῖς. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; ὃ γὰρ ἅπαντες ἴσμεν, ἀπόχρη καὶ πᾶσαν αὐτῶν διακόψαι τὴν φλυαρίαν. τί δʼ ἐστὶ τοῦτο; τὰ γράμματα ὅταν παιδευώμεθα, πρῶτον μὲν τὰ ὀνόματα αὐτῶν ἐκμανθάνομεν, ἔπειτα τοὺς τύπους καὶ τὰς δυνάμεις, εἶθʼ οὕτω τὰς συλλαβὰς καὶ τὰ ἐν ταύταις πάθη, καὶ μετὰ τοῦτο ἤδη τὰς λέξεις καὶ τὰ συμβεβηκότα αὐταῖς, ἐκτάσεις τε λέγω καὶ συστολὰς καὶ προσῳδίας καὶ τὰ παραπλήσια τούτοις· ὅταν δὲ τὴν τούτων ἐπιστήμην λάβωμεν, τότε ἀρχόμεθα γράφειν τε καὶ ἀναγινώσκειν, κατὰ συλλαβὴν μὲν καὶ βραδέως τὸ πρῶτον· ἐπειδὰν δὲ ὁ χρόνος ἀξιόλογος προσελθὼν τύπους ἰσχυροὺς αὐτῶν ἐν ταῖς ψυχαῖς ἡμῶν ἐμποιήσῃ, τότε ἀπὸ τοῦ ῥᾴστου δρῶμεν αὐτὰ καὶ πᾶν ὅ τι ἂν ἐπιδῷ τις βυβλίον ἀπταίστῳ διερχόμεθα ἕξει τε καὶ τάχει ἀπίστῳ. τοιοῦτο δὴ καὶ περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων καὶ περὶ τὴν εὐέπειαν τῶν κώλων ὑποληπτέον γίνεσθαι παρὰ τοῖς ἀθληταῖς τοῦ ἔργου. τοὺς δὲ τούτου ἀπείρους ἢ ἀτριβεῖς ἔργου ὁτουοῦν θαυμάζειν καὶ ἀπιστεῖν, εἴ τι κεκρατημένως ὑφʼ ἑτέρου γίνεται διὰ τέχνης, οὐκ ἄλογον. πρὸς μὲν οὖν τοὺς εἰωθότας χλευάζειν τὰ παραγγέλματα τῶν τεχνῶν ταῦτα εἰρήσθω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme