Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
3 Γύγη, οὐ γάρ σε δοκῶ πείθεσθαί μοι λέγοντι περὶ τοῦ εἴδους τῆς γυναικός· ὦτα γὰρ τυγχάνει ἀνθρώποις ὄντα ἀπιστότερα ὀφθαλμῶν· ποίει ὅπως ἐκείνην θεάσῃ γυμνήν. ὃ δʼ ἀναβοήσας εἶπε· δέσποτα, τίνα λόγον λέγεις οὐχ ὑγιᾶ, κελεύων με δέσποιναν τὴν ἐμὴν θεάσασθαι γυμνήν; ἅμα δὲ χιτῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδῶ γυνή. πάλαι δὲ τὰ καλὰ ἀνθρώποις ἐξεύρηται, ἐξ ὧν μανθάνειν δεῖ· ἐν οἷς ἓν τόδʼ ἐστίν, ὁρᾶν τινα τὰ ἑαυτοῦ. ἐγὼ δὲ πείθομαι ἐκείνην εἶναι πασῶν γυναικῶν καλλίστην, καὶ σοῦ δέομαι μὴ δεῖσθαι ἀνόμων. ὃ μὲν δὴ λέγων ταῦτα ἀπεμάχετο ..., ὃ δʼ ἠμείβετο τοῖσδε· θάρσει Γύγη, καὶ μὴ φοβοῦ μήτʼ ἐμέ, ὡς πειρώμενόν σου λέγω λόγον τόνδε, μήτε γυναῖκα τὴν ἐμήν, μή τί σοι ἐξ αὐτῆς γένηται βλάβος. ἀρχὴν γὰρ ἐγὼ μηχανήσομαι οὕτως, ὥστε μηδὲ μαθεῖν αὐτὴν ὀφθεῖσαν ὑπὸ σοῦ. ἀγαγὼν γάρ σε εἰς τὸ οἴκημα, ἐν ᾧ κοιμώμεθα, ὄπισθε τῆς ἀνοιγομένης θύρας στήσω· μετὰ δὲ ἐμὲ εἰσελθόντα παρέσται καὶ ἡ γυνὴ ἡ ἐμὴ εἰς κοίτην. κεῖται δʼ ἐγγὺς τῆς εἰσόδου θρόνος· ἐπὶ τοῦτον τῶν ἱματίων καθʼ ἓν ἕκαστον ἐκδῦσα θήσει, καὶ καθʼ ἡσυχίαν πολλὴν παρέσται σοι θεάσασθαι. ὅταν δʼ ἀπὸ τοῦ θρόνου πορεύηται ἐπὶ τὴν εὐνὴν κατὰ νώτου τε αὐτῆς γένῃ, σοὶ μελέτω τὸ ἐντεῦθεν, ὅπως μή σε ὄψεται ἀπιόντα διὰ θυρῶν. ὃ μὲν δὴ ὡς οὐκ ἐδύνατο διαφυγεῖν, ἕτοιμος ἦν ποιεῖν ταῦτα .
3 οὐκ ἂν ἔχοι τις οὐδὲ ἐνταῦθα εἰπεῖν, ὅτι τὸ ἀξίωμα καὶ ἡ σεμνότης τῶν ὀνομάτων εὔμορφον πεποίηκε τὴν φράσιν· ἀνεπιτήδευτα γάρ ἐστι καὶ ἀνέκλεκτα, οἷα ἡ φύσις τέθηκεν σύμβολα τοῖς πράγμασιν· οὐδὲ γὰρ ἥρμοττεν ἴσως κρείττοσι χρήσασθαι ἑτέροις. ἀνάγκη δὲ δή που, ὅταν τοῖς κυριωτάτοις τε καὶ προσεχεστάτοις ὀνόμασιν ἐκφέρηται, τὰ νοήματα μηδὲν σεμνότερʼ εἶναι, ἢ οἷά ἐστιν ἐκεῖνα. ὅτι δὲ οὐδὲν ἐν αὐτοῖς ἐστι σεμνὸν οὐδὲ περιττόν, ὁ βουλόμενος εἴσεται μεταθεὶς οὐδὲν ὅ τι μὴ τὴν ἁρμονίαν. πολλὰ δὲ καὶ παρὰ τούτῳ τῷ ἀνδρὶ τοιαῦτά ἐστιν, ἐξ ὧν ἄν τις τεκμήραιτο, ὅτι οὐκ ἐν τῷ κάλλει τῶν ὀνομάτων ἡ πειθὼ τῆς ἑρμηνείας ἦν, ἀλλʼ ἐν τῇ συζυγίᾳ. καὶ περὶ μὲν τούτων ἱκανὰ ταῦτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme