Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
26 εἰρηκὼς δὴ καὶ περὶ τούτων παραδείγματά σοι τῶν εἰρημένων ὀλίγα θεὶς αὐτοῦ κατακλείσω τὸν λόγον. ἐκ μὲν οὖν τῆς ἐπικῆς ποιήσεως ταῦτα ἀπόχρη· αὐτὰρ ὅ γʼ ἐγ λιμένος προσέβη τρηχεῖαν ἀταρπόν· ἓν μὲν δὴ τοῦτο κῶλον. ἕτερον δὲ χῶρον ἀνʼ ὑλήεντα ἔλαττόν τε τοῦ προτέρου καὶ δίχα τέμνον τὸν στίχον. τρίτον δὲ τουτί διʼ ἄκριας ἔλαττον κώλου κομμάτιον. τέταρτον δὲ οἷ οἱ Ἀθήνη πέφραδε δῖον ὑφορβόν ἐξ ἡμιστιχίων δύο συγκείμενον καὶ τοῖς προτέροις οὐδὲν ἐοικός. ἔπειτα τὸ τελευταῖον ὅ οἱ βιότοιο μάλιστα κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύς ἐντελῆ μὲν τὸν τρίτον ποιοῦν στίχον, τοῦ δὲ τετάρτου τῇ προσθήκῃ τὴν ἀκρίβειαν ἀφῃρημένον. ἔπειτʼ αὖθις τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον οὐ συνεκτρέχον οὐδὲ τοῦτο τῷ στίχῳ. ἔνθά οἱ αὐλὴ ὑψηλὴ δέδμητο ἄνισον καὶ τοῦτο τῷ προτέρῳ. κἄπειτα ὁ ἑξῆς νοῦς ἀπερίοδος ἐν κώλοις τε καὶ κόμμασι λεγόμενος· ἐπιθεὶς γὰρ περισκέπτῳ ἐνὶ χώρῳ, πάλιν ἐποίσει καλή τε μεγάλη τε βραχύτερον κώλου κομμάτιον, εἶτα περίδρομος ὄνομα καθʼ ἑαυτὸ νοῦν τινα ἔχον. εἶθʼ ἑξῆς τὰ ἄλλα τὸν αὐτὸν κατασκευάσει τρόπον· τί γὰρ δεῖ μηκύνειν;
26 ἐκ δὲ τῆς ποιήσεως τῆς ἰαμβικῆς τὰ παρʼ Εὐριπίδου ταυτί ὦ γαῖα πατρὶς ἣν Πέλοψ ὁρίζεται, χαῖρε, τὸ πρῶτον ἄχρι τούτου κῶλον. ὅς τε πέτραν Ἀρκάδων δυσχείμερον ἐμβατεύεις τὸ δεύτερον μέχρι τοῦδε. ἔνθεν εὔχομαι γένος. τοῦτο τρίτον. τὰ μὲν πρότερα μείζονα στίχου, τοῦτο δὲ ἔλαττον. Αὔγη γὰρ Ἀλέου παῖς με τῷ Τιρυνθίῳ τίκτει λαθραίως Ἡρακλεῖ· μετὰ τοῦτο ξύνοιδε ὄρος Παρθένιον, οὐθέτερον αὐτῶν στίχῳ συμμετρούμενον. εἶτʼ αὖθις ἕτερον στίχου τε ἔλαττον καὶ στίχου μεῖζον ἔνθα μητέρʼ ὠδίνων ἐμὴν ἔλυσεν Εἰλείθυια καὶ τὰ ἑξῆς τούτοις παραπλήσια.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme