26
ἐκ δὲ τῆς μελικῆς τὰ Σιμωνίδεια ταῦτα· γέγραπται δὲ κατὰ διαστολὰς οὐχ ὧν Ἀριστοφάνης ἢ ἄλλός τις κατεσκεύασε κώλων ἀλλʼ ὧν ὁ πεζὸς λόγος ἀπαιτεῖ. πρόσεχε δὴ τῷ μέλει καὶ ἀναγίνωσκε κατὰ διαστολάς, καὶ εὖ ἴσθʼ ὅτι λήσεταί σε ὁ ῥυθμὸς τῆς ᾠδῆς καὶ οὐχ ἕξεις συμβαλεῖν οὔτε στροφὴν οὔτε ἀντίστροφον οὔτʼ ἐπῳδόν, ἀλλὰ φανήσεταί σοι λόγος εἷς εἰρόμενος. ἔστι δὲ ἡ διὰ πελάγους φερομένη Δανάη τὰς ἑαυτῆς ἀποδυρομένη τύχας· ὅτε λάρνακι ἐν δαιδαλέᾳ ἄνεμός τε μιν πνέων ἐφόρει κινηθεῖσά τε λίμνα, δείματι φρίττεν οὔτʼ ἀδιάντοισι παρειαῖς ἀμφί τε Περσέι βάλλε φίλαν χέρα εἶπέν τε· ὦ τέκος, οἷον ἔχω πόνον, οὐ δἀνιᾷ σε· γαλαθηνῷ δʼ ἤθεϊ κνοώσσεις ἐν ἀτερπέι δούρατι χαλκεογόμφῳ δίχα νυκτὸς ἀλαμπεῖ κυανέῳ τε δνόφῳ σταλείς. ἅλμαν δʼ ὕπερθεν τεᾶν κομᾶν βαθεῖαν παριόντος κύματος οὐκ ἀλέγεις οὐδʼ ἀνέμου φθόγγον, πορφυρέᾳ κείμενος ἐν χλανίδι πρὸς κόλπῳ καλὸν πρόσωπον. εἰ δέ τοι δεινὸν τό γε δεινὸν ἦν, καί κεν ἐμῶν ῥημάτων λεπτὸν ὑπεῖχες οὖας. κέλομαι· εὗδε βρέφος, εὑδέτω δὲ πόντος, εὑδέτω ἄμετρον κακόν. μεταβουλία δέ τις φανείη, Ζεῦ πάτερ, ἐκ σέο· ὅ τι δὴ θαρσαλέον ἔπος εὔχομαι νόσφι δίκας, σύγγνωθί μοι.
26
τοιαῦτά ἐστι τὰ ὅμοια τοῖς καλοῖς λόγοις μέτρα καὶ μέλη, διὰ ταύτας γινόμενα τὰς αἰτίας ἃς προεῖπά σοι.
26
τοῦθʼ ἕξεις δῶρον ἡμέτερον, ὦ Ῥοῦφε, πολλῶν ἀντάξιον ἄλλων , εἰ βουληθείης ἐν ταῖς χερσί τε αὐτὸ συνεχῶς ὥσπέρ τι καὶ ἄλλο τῶν πάνυ χρησίμων ἔχειν καὶ συνασκεῖν αὑτὸν ταῖς καθʼ ἡμέραν γυμνασίαις. οὐ γὰρ αὐτάρκη τὰ παραγγέλματα τῶν τεχνῶν ἐστι δεινοὺς ἀγωνιστὰς ποιῆσαι τοὺς βουλομένους γε δίχα μελέτης τε καὶ γυμνασίας· ἀλλʼ ἐπὶ τοῖς πονεῖν καὶ κακοπαθεῖν βουλομένοις κεῖται σπουδαῖʼ ἂν εἶναι τὰ παραγγέλματα καὶ λόγου ἄξια ἢ φαῦλα καὶ ἄχρηστα.