4
ἵνα δὲ πολὺ μᾶλλον αἴσθηταί τις, ὅσην ἔχει ῥώμην ἡ συνθετικὴ δύναμις ἔν τε ποιήμασι καὶ λόγοις, λήψομαί τινας εὖ ἔχειν δοκούσας λέξεις, ὧν τὰς ἁρμονίας μεταθεὶς ἀλλοῖα φαίνεσθαι ποιήσω καὶ τὰ μέτρα καὶ τοὺς λόγους. λαμβανέσθω δὲ πρῶτον μὲν ἐκ τῶν Ὁμηρικῶν ταῦτα· ἀλλʼ ἔχεν ὥστε τάλαντα γυνὴ χερνῆτις ἀληθής, ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄροιτο. τοῦτο τὸ μέτρον ἡρῷόν ἐστιν ἑξάπουν τέλειον, κατὰ δάκτυλον πόδα βαινόμενον. ἐγὼ δὴ τῶν ὀνομάτων τούτων μετακινήσας τὴν σύνθεσιν τοὺς αὐτοὺς στίχους ἀντὶ μὲν ἑξαμέτρων ποιήσω τετραμέτρους, ἀντὶ δὲ ἡρωϊκῶν προσοδιακοὺς τὸν τρόπον τοῦτον· ἀλλʼ ἔχεν ὥστε γυνὴ χερνῆτις τάλαντʼ ἀληθής, ἥ τις εἴριον ἀμφὶ καὶ σταθμὸν ἔχουσʼ ἀνέλκει ἰσάζουσʼ, ἵνʼ ἀεικέα παισὶν ἄροιτο μισθόν. τοιαῦτά ἐστι τὰ πριάπεια, ὑπό τινων δʼ ἰθυφάλλια λεγόμενα ταυτί· οὐ βέβηλος, ὦ τελέται τοῦ νέου Διονύσου ... κἀγὼ δʼ ἐξ εὐεργεσίης ὠργιασμένος ἥκω. ἄλλους πάλιν λαβὼν στίχους Ὁμηρικούς, οὔτε προσθεὶς αὐτοῖς οὐδὲν οὔτε ἀφελών, τὴν δὲ σύνθεσιν ἀλλάξας μόνον ἕτερον ἀποδώσω γένος τὸ τετράμετρον καλούμενον Ἰωνικόν· ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς, βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης. ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς, αἱματοέσσης κόνιος δεδραγμένος, βεβρυχώς. τοιαῦτʼ ἐστὶ τὰ Σωτάδεια ταυτί· ἔνθʼ οἳ μὲν ἐπʼ ἄκραισι πυραῖς νέκυες ἔκειντο γῆς ἐπὶ ξένης, ὀρφανὰ τείχεα προλιπόντες Ἑλλάδος ἱερῆς καὶ μυχὸν ἑστίης πατρῴης, ἥβην τʼ ἐρατὴν καὶ καλὸν ἡλίου πρόσωπον. ἐδυνάμην δʼ ἂν ἔτι πολλὰς ἰδέας μέτρων καὶ διαφόρους εἰς τὸν ἡρωϊκὸν ἐμπιπτούσας στίχον ἐπιδεικνύναι, τὸ δʼ αὐτὸ καὶ τοῖς ἄλλοις ὀλίγου δεῖν πᾶσι συμβεβηκὸς μέτροις τε καὶ ῥυθμοῖς ἀποφαίνειν, ὥστε τῆς μὲν ἐκλογῆς τῶν ὀνομάτων τῆς αὐτῆς μενούσης, τῆς δὲ συνθέσεως μόνης μεταπεσούσης τά τε μέτρα μεταρρυθμίζεσθαι καὶ συμμεταπίπτειν αὐτοῖς τὰ σχήματα, τὰ χρώματα, τὰ ἤθη, τὰ πάθη, τὴν ὅλην τῶν ποιημάτων ἀξίωσιν· ἀλλʼ ἀναγκασθήσομαι πλειόνων ἅψασθαι θεωρημάτων, ὧν ἔνια ὀλίγοις πάνυ ἐστὶ γνώριμα. ἐπὶ πολλῶν δʼ ἴσως καὶ οὐχ ἥκιστα ἐπὶ τῶν τοιούτων καλῶς ἂν ἔχοι τὰ Εὐριπίδεια ταῦτα ἐπενεγκεῖν· μή μοι λεπτῶν θίγγανε μύθων, ψυχή· τί περισσὰ φρονεῖς; εἰ μὴ μέλλεις σεμνύνεσθαι παρʼ ὁμοίοις.