4
ταῦτα μὲν οὖν ἐάσειν μοι δοκῶ κατὰ τὸ παρόν. ὅτι δὲ καὶ ἡ πεζὴ λέξις τὸ αὐτὸ δύναται παθεῖν τῇ ἐμμέτρῳ μενόντων μὲν τῶν ὀνομάτων, ἀλλαττομένης δὲ τῆς συνθέσεως, πάρεστι τῷ βουλομένῳ σκοπεῖν. λήψομαι δʼ ἐκ τῆς Ἡροδότου λέξεως τὴν ἀρχὴν τῆς ἱστορίας, ἐπειδὴ καὶ γνώριμός ἐστι τοῖς πολλοῖς, μεταθεὶς τὸν χαρακτῆρα τῆς διαλέκτου μόνον. Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δʼ Ἀλυάττου, τύραννος δʼ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ· ὃς ῥέων ἀπὸ μεσημβρίας μεταξὺ Σύρων τε καὶ Παφλαγόνων ἐξίησι πρὸς βορέαν ἄνεμον εἰς τὸν Εὔξεινον καλούμενον πόντον . μετατίθημι τῆς λέξεως ταύτης τὴν ἁρμονίαν, καὶ γενήσεταί μοι οὐκέτι ὑπαγωγικὸν τὸ πλάσμα οὐδʼ ἱστορικόν, ἀλλʼ ὀρθὸν μᾶλλον καὶ ἐναγώνιον· Κροῖσος ἦν υἱὸς μὲν Ἀλυάττου, γένος δὲ Λυδός, τύραννος δὲ τῶν ἐντὸς Ἅλυος ποταμοῦ ἐθνῶν· ὃς ἀπὸ μεσημβρίας ῥέων μεταξὺ Σύρων καὶ Παφλαγόνων εἰς τὸν Εὔξεινον καλούμενον πόντον ἐκδίδωσι πρὸς βορέαν ἄνεμον. οὗτος ὁ χαρακτὴρ οὐ πολὺ ἀπέχειν ἂν δόξειεν τῶν Θουκυδίδου τούτων· Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰόνιον κόλπον· προσοικοῦσι δʼ αὐτὴν Ταυλάντιοι βάρβαροι, Ἰλλυρικὸν ἔθνος. πάλιν δὲ ἀλλάξας τὴν αὐτὴν λέξιν ἑτέραν αὐτῇ μορφὴν ἀποδώσω τὸν τρόπον τοῦτον· Ἀλυάττου μὲν υἱὸς ἦν Κροῖσος, γένος δὲ Λυδός, τῶν δʼ ἐντὸς Ἅλυος ποταμοῦ τύραννος ἐθνῶν· ὃς ἀπὸ μεσημβρίας ῥέων Σύρων τε καὶ Παφλαγόνων μεταξὺ πρὸς βορέαν ἐξίησιν ἄνεμον ἐς τὸν καλούμενον πόντον Εὔξεινον . Ἡγησιακὸν τὸ σχῆμα τοῦτο τῆς συνθέσεως, μικρόκομψον, ἀγεννές, μαλθακόν· τούτων γὰρ τῶν λήρων ἱερεὺς ἐκεῖνος ἁνὴρ τοιαῦτα γράφων· ἐξ ἀγαθῆς ἑορτῆς ἀγαθὴν ἄγομεν ἄλλην. ἀπὸ Μαγνησίας εἰμὶ τῆς μεγάλης Σιπυλεύς. οὐ γὰρ μικρὰν εἰς Θηβαίων ὕδωρ ἔπτυσεν ὁ Διόνυσος· ἡδὺ μὲν γάρ ἐστι, ποιεῖ δὲ μαίνεσθαι.