Book 36
38.5
ὄντων, ῥᾳδίως εὑρίσκει, τὸ δὲ δὴ μέτριον ἔς τε τὰς κατηγορίας συχνοὺς προάγει καὶ τὰς καταψηφίσεις οὐκ ἀποτρέπει, μεταρρυθμίσαι πῃ τὴν ἐσήγησιν αὐτοῦ καὶ τοῖς ὑπάτοις νομοθετῆσαι
39.1
αὐτὴν ἐκέλευσεν. ἐπεὶ δὲ αἵ τε ἀρχαιρεσίαι προεπηγγελμέναι ἦσαν, καὶ κατὰ τοῦτʼ οὐδὲν προνομοθετηθῆναι πρὸ αὐτῶν ἐξῆν, καὶ οἱ σπουδαρχιῶντες πολλὰ καὶ κακὰ ἐν τῷ διακένῳ τούτῳ tou/tw| Bs., tou/tw| xro/nw| L. ἐποίουν, ὥστε καὶ σφαγὰς γίγνεσθαι, τόν τε νόμον ἐψηφίσαντο καὶ πρὸ pro\ Turn., pro\s L. ἐκείνων ἐσενεχθῆναι καὶ
39.2
φρουρὰν τοῖς ὑπάτοις δοθῆναι. ἀγανακτήσας οὖν ἐπὶ τούτοις ὁ Κορνήλιος γνώμην ἐποιήσατο μὴ ἐξεῖναι τοῖς βουλευταῖς μήτε ἀρχήν τινι ἔξω τῶν νόμων αἰτήσαντι διδόναι μήτʼ ἄλλο μηδὲν τῶν τῷ δήμῳ προσηκόντων ψηφίζεσθαι· yhfi/zesqai Turn., fhmi/zesqai L. τοῦτο γὰρ ἐνενομοθέτητο μὲν ἐκ τοῦ πάνυ ἀρχαίου, οὐ
39.3
μέντοι καὶ τῷ ἔργῳ ἐτηρεῖτο. θορύβου τε ἐπʼ αὐτῷ au)tw=| St., au)tou= L. πολλοῦ συμβάντος (καὶ kai\ Xyl., ou) L. γὰρ ἀντέπρασσον τῶν τε ἄλλων τῶν ἐκ τῆς γερουσίας συχνοὶ καὶ ὁ Πίσων) τάς τε ῥάβδους αὐτοῦ ὁ ὄχλος συνέτριψε καὶ αὐτὸν διασπάσασθαι ἐπεχείρησεν.
39.4
ἰδὼν οὖν τὴν ὁρμὴν αὐτῶν ὁ Κορνήλιος τότε μέν, πρὶν ἐπιψηφίσαι τι, διαφῆκε τὸν σύλλογον, ὕστερον δὲ προσέγραψε τῷ νόμῳ τήν τε βουλὴν πάντως περὶ αὐτῶν προβουλεύειν καὶ τὸν
40.1
δῆμον ἐπάναγκες ἐπικυροῦν τὸ προβούλευμα. καὶ οὕτως ἐκεῖνόν τε διενομοθέτησε καὶ ἕτερον τοιόνδε. οἱ στρατηγοὶ πάντες τὰ δίκαια καθʼ ἃ δικάσειν ἔμελλον, αὐτοὶ au)toi\ Leuncl., au)toi=s L. συγγράφοντες ἐξετίθεσαν· οὐ γάρ πω πάντα τὰ ta\ Bk., a(\ L. δικαιώματα τὰ περὶ τὰ συμβόλαια
40.2
διετέτακτο. ἐπεὶ οὖν e)pei\ ou)=n Bk., e)poi/oun L. οὔτε ἐσάπαξ τοῦτʼ ἐποίουν οὔτε τὰ γραφέντα ἐτήρουν, ἀλλὰ πολλάκις αὐτὰ μετέγραφον καὶ συχνὰ ἐν τούτῳ πρὸς χάριν ἢ καὶ κατʼ ἔχθραν τινῶν, ὥσπερ εἰκός, ἐγίγνετο, ἐσηγήσατο κατʼ ἀρχάς τε εὐθὺς αὐτοὺς τὰ δίκαια οἷς χρήσονται xrh/sontai R. Steph., xrh/swntai L. προλέγειν, καὶ μηδὲν ἀπʼ