Book 36
20.1
λέξω δὲ ἤδη καὶ τὰ ta\ Leuncl., to\ L. κατὰ τοῦτον πῶς ἐγένετο. οἱ καταποντισταὶ ἐλύπουν μὲν ἀεὶ τοὺς πλέοντας, ὥσπερ καὶ τοὺς ἐν τῇ γῇ οἰκοῦντας οἱ τὰς λῃστείας ποιούμενοι· οὐ γὰρ ἔστιν ὅτε ταῦτʼ οὐκ ἐγένετο, οὐδʼ ἂν παύσαιτό ποτε ἕως δἂν ἡ αὐτὴ φύσις
20.2
ἀνθρώπων ᾖ. ἀλλὰ πρότερον μὲν ἔν τε τόποις τισὶ κἀν τῇ ὡραίᾳ w(rai/a| Rk., w(/ra| L. μόνῃ, κατʼ ὀλίγους, καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ ἐλῄστευον· τότε δέ, ἐξ οὗ πολλαχῇ τε ἅμα καὶ συνεχῶς ἐπολεμήθη, καὶ πολλαὶ μὲν πόλεις ἀνάστατοι ἐγένοντο, πᾶσι δὲ καὶ τοῖς διαφεύγουσιν αὐτῶν αἱ τιμωρίαι ἐπηρτῶντο καὶ ἀδεὲς οὐδενὶ οὐδὲν ἦν, πάμπολλοι πρὸς λῃστείαν ἐτράποντο.
20.3
καὶ τὰ μὲν ἐν ταῖς ἠπείροις λῃστικά, ἅτε καὶ ἐν ὀφθαλμοῖς τῶν δήμων μᾶλλον ὄντα, καὶ τήν τε αἴσθησιν τῆς βλάβης ἐγγύθεν καὶ τὴν σύλληψιν οὐ πάνυ χαλεπὴν ἔχοντα, ῥᾷόν πως κατελύετο, τὰ δὲ ἐν τῇ θαλάσσῃ ἐπὶ πλεῖστον
20.4
ἐπηυξήθη. τῶν γὰρ Ῥωμαίων πρὸς τοὺς ἀντιπολέμους a)ntipole/mous Bernhardy, a)ntipolemi/ous L. ἀσχολίαν ἀγόντων ἐπὶ πολὺ ἤκμασαν, πολλαχόσε τε περιπλέοντες καὶ πάντας τοὺς ὁμοίους σφίσι προστιθέμενοι, ὥστε τινὰς αὐτῶν καὶ ἐν συμμαχίας λόγῳ συχνοῖς ἐπικουρῆσαι.
21.1
καὶ εἴρηται μὲν ὅσα μετὰ τῶν ἄλλων ἔπραξαν. ἐπεὶ δʼ οὖν καὶ ἐκεῖνα διελύθη, οὐκ ἐπαύσαντο, ἀλλʼ αὐτοὶ καθʼ ἑαυτοὺς πολλὰ καὶ δεινὰ τούς τε Ῥωμαίους καὶ τοὺς συμμάχους σφῶν ἐκακούργη- σαν. οὔτε γὰρ κατʼ ὀλίγους ἔτι ἀλλὰ στόλοις μεγάλοις ἔπλεον, καὶ στρατηγοὺς εἶχον, ὥστε καὶ
21.2
ὄνομα αὐτοὺς μέγα κεκτήσθαι· ἦγόν τε καὶ ἔφερον πρώτους μὲν καὶ μάλιστα τοὺς πλέοντας (οὐδὲ γὰρ τὴν χειμερινὴν ὥραν ἀσφαλῆ αὐτοῖς παρεῖχον, ἀλλʼ ὑπό τε τῆς τόλμης καὶ ὑπὸ τοῦ ἔθους τῆς τε εὐπραγίας καὶ τότʼ ἐπʼ ἀδείας ταῖς ναυτιλίαις ἐχρῶντο), ἔπειτα καὶ τοὺς ἐν τοῖς λιμέσιν ὄντας.