Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 36

49.5 καὶ ταῦτα μέν, ἕως ἄπωθεν ἐβάλλοντο, ἔπασχον· ἐπεὶ δὲ ἐξαναλώσαντες οἱ Ῥωμαῖοι τὴν πόρρωθεν ἀλκὴν ἐπικατέδραμόν e)pikate/dramon Leuncl., e)/peita kate/dramon L. σφισιν, ἐφονεύετο μὲν τὰ περιέσχατα (καὶ ἐξήρκει πρὸς τὸν θάνατον αὐτοῖς μία πληγὴ ἅτε καὶ ψιλοῖς οὖσι τοῖς πλείοσι), συνεπιέζετο δὲ τὰ μέσα, πάντων ἐπʼ αὐτὰ e)p' au)ta\ Leuncl., u(p' au)ta\ L. ὑπὸ τοῦ πέριξ δέους χωρούντων.
49.6 καὶ οὕτω καὶ ὑπʼ ἀλλήλων ὠθούμενοι καὶ συμπατούμενοι διώλλυντο, οὐδʼ εἶχον οὐδὲν οὔτε ἑαυτοῖς ἐπαρκέσαι οὔτε ἐς τοὺς πολεμίους τολμῆσαι· ἱππῆς γὰρ καὶ τοξόται τὸ πλεῖστον ὄντες ἄποροι μὲν ἐν τῷ σκότῳ προϊδέσθαι τι, ἄποροι δὲ ἐν τῇ στενοχωρίᾳ μηχανήσασθαι ἐγίγνοντο. ἐπειδὴ δὲ ἡ σελήνη ἀνέτειλεν, οἱ μὲν ἔχαιρον ὡς καὶ ἐν τῷ φωτὶ πάντως τινὰς tina\s Bs., tina\ L.
49.7 ἀμυνούμενοι. κἂν ὠφελήθησάν τι, εἰ μὴ οἱ Ῥωμαῖοι κατόπιν αὐτὴν ἔχοντες, πολλήν σφισι πλάνην, τοτὲ μὲν τῇ τοτὲ δὲ τῇ προσπίπτοντες, καὶ ἐν τῇ ὄψει καὶ ἐν τῷ ἔργῳ ἐνεποίουν. πάμπολλοί τε γὰρ ὄντες καὶ ἐπὶ βαθύτατον κοινῇ πάντες ἀποσκιάζοντες ἔσφαλλον αὐτούς, ἐν ᾧ γε ge St., te L. οὔπω ou)/pw Rk., ou(/tw L
49.8 προσέμισγόν σφισιν· ἐς γὰρ τὸ κενὸν οἱ βάρβαροι, ὡς καὶ ἐγγὺς αὐτῶν ὄντων, μάτην ἔπαιον, καὶ ὁμόσε χωρήσαντες ἐν τῇ σκιᾷ μὴ προσδεχόμενοι ἐτιτρώσκοντο. καὶ οὕτως ἀπέθανον αὐτῶν πολλοὶ καὶ ἑάλωσαν οὐκ ἐλάττους. συχνοὶ δὲ καὶ διέφυγον, ἄλλοι τε καὶ ὁ Μιθριδάτης.
50.1 καὶ τότε μὲν πρὸς τὸν Τιγράνην ἠπείγετο· ἐπεὶ δὲ προπέμψας πρὸς αὐτὸν οὐδὲν φίλιον εὕρετο, ὅτι τοῦ υἱέος αὐτῷ Τιγράνου στασιάσαντος ἐκεῖνον μὲν πάππον αὐτοῦ ὄντα αἴτιον τῆς διαφορᾶς ὑπετόπησε γεγονέναι, καὶ διὰ τοῦτο οὐχ ὅπως αὐτὸν ἐδέξατο, ἀλλὰ καὶ τοὺς προπεμφθέντας ὑπʼ αὐτοῦ συνέλαβε καὶ κατέδησε, διαμαρτὼν ὧν w(=n Reim., ou)=n w(=n L. ἤλπισεν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme