Book 36
50.2
ἔς τε τὴν Κολχίδα ἀπετράπετο, καὶ ἐκεῖθεν πεζῇ πρός τε τὴν Μαιῶτιν καὶ πρὸς τὸν Βόσπορον, τοὺς μὲν πείθων, τοὺς δὲ καὶ βιαζόμενος, ἀφίκετο, καὶ τήν τε χώραν ἐκομίσατο, τὸν Μαχάρην τὸν παῖδα τὸν τὰ τῶν Ῥωμαίων ἀνθελόμενον καὶ τότε αὐτῆς κρατοῦντα καταπλήξας ὥστε μηδὲ ἐς ὄψιν αὐτῷ ἐλθεῖν, καὶ ἐκεῖνον διὰ τῶν συνόντων οἱ, τήν τε ἄδειάν σφισι καὶ χρήματα δώσειν ὑπισχνούμενος,
50.3
ἀπέκτεινεν. ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, ὁ Πομπήιος ἔπεμψε μὲν me\n added by Bk. τοὺς ἐπιδιώξοντας e)pidiw/contas H. Steph., e)pidiwca/ntas L. αὐτόν, ἐπεὶ δὲ ἔφθη ὑπὲρ τὸν Φᾶσιν ἐκδράς, πόλιν ἐν τῷ χωρίῳ ἐν ᾧ ἐνενικήκει συνῴκισε, τοῖς τραυματίαις καὶ τοῖς ἀφηλικεστέροις τῶν στρατιωτῶν αὐτὴν δούς. καί σφισι καὶ τῶν περιχώρων ἐθελονταὶ πολλοὶ polloi\ Rk., polloi\ kai\ L. συνῴκησαν, sunw/|khsan R. Steph., sunw/ikisan L. καὶ εἰσὶ καὶ νῦν, Νικοπολῖταί τε ὠνομασμένοι καὶ ἐς τὸν Καππαδοκικὸν νομὸν συντελοῦντες.
51.1
καὶ ὁ μὲν ταῦτʼ ἐποίει· ὁ δὲ δὴ Τιγράνης ὁ τοῦ Τιγράνου παῖς παραλαβών τινας τῶν πρώτων, ἐπεὶ οὐ ou) added by Xyl. καθʼ ἡδονὴν αὐτοῖς ὁ γέρων ἦρχε, πρός τε τὸν Φραάτην κατέφυγε, καὶ περισκοποῦντα αὐτὸν διὰ τὰς συνθήκας τὰς πρὸς τὸν Πομπήιον γενομένας ὅ τι χρὴ πρᾶξαι, ἐς τὴν
51.2
Ἀρμενίαν ἐμβαλεῖν ἀνέπεισε. καὶ ἦλθον μὲν μέχρι τῶν Ἀρταξάτων, πᾶσαν τὴν ἐν ποσὶ χειρούμενοι, καὶ αὐτοῖς ἐκείνοις προσέβαλον· ὁ γὰρ Τιγράνης ὁ γέρων ἐς τὰ ὄρη φοβηθείς σφας ἀνέφυγεν· ἐπεὶ μέντοι χρόνου τε τῇ προσεδρείᾳ δεῖν ἔδοξε, καὶ διὰ τοῦτο ὁ Φραάτης μέρος τι τῆς δυνάμεως τῷ παιδὶ αὐτοῦ καταλιπὼν ἐς τὴν οἰκείαν ἀνεχώρησεν, ἀντεπῆλθέ τε ἐνταῦθα ὁ
51.3
πατὴρ αὐτῷ μονωθέντι καὶ ἐνίκησε. φυγὼν οὖν ἐκεῖνος τὸ μὲν πρῶτον πρὸς τὸν Μιθριδάτην τὸν πάππον ὥρμησεν, ἐπεὶ δὲ ἔμαθεν αὐτὸν ἡττημένον καὶ βοηθείας μᾶλλον δεόμενον ἢ τινι ἐπικουρῆσαι δυνάμενον, προσεχώρησε τοῖς Ῥωμαίοις, καὶ αὐτῷ ὁ Πομπήιος ἡγεμόνι χρησάμενος ἔς τε τὴν Ἀρμενίαν καὶ ἐπὶ τὸν πατέρα αὐτοῦ ἐστράτευσε.