Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 36

52.1 καὶ ὃς μαθὼν τοῦτο καὶ καταδείσας ἐπεκηρυκεύσατό τε εὐθὺς αὐτῷ καὶ τοὺς πρέσβεις τοὺς τοῦ Μιθριδάτου ἐξέδωκεν. ἐπειδή τε, ἐναντιωθέντος οἱ τοῦ υἱέος, οὐδενὸς μετρίου ἔτυχεν, ἀλλὰ καὶ ὣς ὁ Πομπήιος τόν τε Ἀράξην διέβη καὶ
52.2 τοῖς Ἀρταξάτοις ἐπλησίασεν, οὕτω δὴ τήν τε πόλιν αὐτῷ παρέδωκε καὶ ἐς τὸ στρατόπεδον αὐτοῦ ἐθελοντὴς ἧκεν, ἐν μέσῳ ἑαυτὸν ὅτι μάλιστα τοῦ τε προτέρου ἀξιώματος καὶ τῆς τότε ταπεινότητος σκευάσας, ὅπως αἰδέσεώς τε καὶ
52.3 ἐλέου ἅμα ἄξιος αὐτῷ φανείη· τὸν μὲν γὰρ χιτῶνα τὸν μεσόλευκον καὶ τὸν κάνδυν τὸν ὁλοπόρφυρον ἐξέδυ, τὴν δὲ δὴ τιάραν τό τε ἀνάδημα εἶχε. Πομπήιος δὲ ἀπὸ μὲν τοῦ ἵππου κατεβίβασεν αὐτόν, ῥαβδοῦχόν τινα πέμψας (προσήλαυνε γὰρ ὡς καὶ ἐς αὐτὸ τὸ ἔρυμα κατὰ τὸ σφέτερον ἔθος ἱππεύσων), ἐσελθόντα δὲ αὐτοποδίᾳ καὶ τό τε διάδημα ἀπορρίψαντα καὶ ἐς τὴν γῆν
52.4 πεσόντα προσκυνοῦντά τε ἰδὼν ἠλέησε, καὶ ἀναπηδήσας ἐξανέστησέ τε αὐτόν, καὶ ταινιώσας τῷ ἀναδήματι ἔς τε τὴν πλησίαν ἕδραν ἐκάθισε καὶ παρεμυθήσατο, εἰπὼν ἄλλα τε καὶ ὅτι οὐ τὴν τῶν Ἀρμενίων βασιλείαν ἀπολωλεκὼς ἀλλὰ καὶ τὴν τῶν Ῥωμαίων φιλίαν προσειληφὼς εἴη. καὶ ὁ μὲν τούτοις τε αὐτὸν ἀνεκτήσατο καὶ ἐπὶ
53.1 δεῖπνον ἐκάλεσεν· ὁ δὲ υἱός (ἐκάθητο δὲ ἐκ τοῦ ἐπὶ θάτερα τοῦ Πομπηίου) οὔθʼ ὑπανέστη τῷ πατρὶ οὔτʼ ἄλλο τι αὐτὸν ἐδεξιώσατο, ἀλλὰ καὶ ἐπὶ τὸ δεῖπνον κληθεὶς οὐκ ἀπήντησεν. ὅθεν ὑπό γε ge St., te L. τοῦ Πομπηίου μάλιστα ἐμισήθη.
53.2 τῇ γοῦν ὑστεραίᾳ διακούσας αὐτῶν τῷ μὲν πρεσβυτέρῳ τὴν πατρῴαν πᾶσαν ἀρχὴν ἀπέδωκε· τὰ γὰρ προσκτηθέντα ὑπʼ αὐτοῦ (ἦν δὲ ἄλλα τε καὶ τῆς Καππαδοκίας τῆς τε Συρίας μέρη, ἥ τε Φοινίκη καὶ ἡ Σωφανηνὴ χώρα τοῖς Ἀρμενίοις πρόσορος οὐ σμικρά) παρείλετο αὐτοῦ, καὶ προσέτι καὶ χρήματα αὐτὸν ᾔτησεν· τῷ δὲ νεωτέρῳ newte/rw| Bk., ui(ei= tw=i e(te/rwi L.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme