Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 36

53.3 τὴν Σωφανηνὴν μόνην ἀπένειμε. καὶ ἔτυχον γὰρ οἱ θησαυροὶ ἐν αὐτῇ ὄντες, ἠμφεσβήτησέ τε περὶ αὐτῶν ὁ νεανίσκος, καὶ ἁμαρτὼν (οὐ γὰρ εἶχεν ὁ Πομπήιος ὁπόθεν ἄλλοθεν τὰ ὡμολογημένα κομίσηται) ἠγανάκτησε καὶ δρασμὸν ἐβουλεύσατο. ὁ οὖν Πομπήιος προμαθὼν τοῦτο ἐκεῖνόν τε ἐν φυλακῇ ἀδέσμῳ ἐποιήσατο, καὶ πέμψας πρὸς τοὺς τὰ χρήματα φυλάττοντας τῷ πατρὶ αὐτοῦ
53.4 πάντα σφᾶς δοῦναι ἐκέλευσεν. ἐπειδή τε μήθʼ ὑπήκουσαν, λέγοντες τὸν νεανίσκον, οὗπερ ἡ χώρα ἤδη ἐνομίζετο, χρῆναί σφισι τοῦτο προστάξαι, ἔπεμψεν e)/pemyen Turn., e)/pemyan L. αὐτὸν πρὸς τὰ φρούρια. καὶ ὁ μὲν κεκλειμένα αὐτὰ εὑρὼν προσῆλθέ τε ἐγγύς, καὶ ἐκέλευσε καὶ ἄκων αὐτὰ ἀνοιχθῆναι· ὡς δʼ οὐδὲν μᾶλλον ἐπείθοντο, προϊσχόμενοι ὅτι μὴ ἑκούσιος ἀλλʼ ἀναγκαστὸς τὴν πρόσταξιν ἐποιεῖτο, ἐχαλέπηνεν ὁ Πομπήιος καὶ ἔδησε τὸν Τιγράνην.
53.5 καὶ οὕτως ὅ τε γέρων τοὺς θησαυροὺς παρέλαβε, καὶ αὐτὸς ἔν τε τῇ χώρᾳ τῇ Ἀναΐτιδι *)anai+/tidi Fabr., tanai+/tidi L. καὶ πρὸς τῷ ποταμῷ τῷ Κυρνῳ τριχῇ νείμας τὸν στρατὸν παρεχείμασε, τά τε ἄλλα παρὰ τοῦ Τιγράνου συχνὰ καὶ χρήματα πολλῷ πλείω τῶν
53.6 ὁμολογηθέντων λαβών. ἀφʼ οὗπερ οὐχ ἥκιστα καὶ ἐκεῖνον ἔς τε τοὺς φίλους καὶ ἐς τοὺς συμμάχους οὐ ou) added by Rk. πολλῷ ὕστερον ἐσέγραψε, καὶ τὸν υἱὸν αὐτοῦ ἐς τὴν Ῥώμην μετὰ φρουρᾶς ἐσήγαγεν.
54.1 οὐ μέντοι καὶ ἐν ἡσυχίᾳ διεχείμασεν. Ὀροίσης γὰρ Ἀλβανῶν τῶν ὑπὲρ τοῦ Κύρνου οἰκούντων βασιλεύς, τὸ to\ Xyl., tw=i L. μέν τι καὶ τῷ Τιγράνῃ τῷ νεωτέρῳ φίλῳ οἱ ὄντι χαρίσασθαι βουληθείς, τὸ δὲ δὴ πλεῖστον δείσας μὴ καὶ ἐς τὴν Ἀλβανίδα οἱ Ῥωμαῖοι ἐσβάλωσι, καὶ νομίσας ὅτι, ἂν ἐν τῷ χειμῶνι ἀδοκήτοις σφίσι καὶ μὴ καθʼ ἓν στρατοπεδευομένοις προσπέσῃ, πάντως τι ἐξεργάσεται, ἐστράτευσεν ἐπʼ αὐτοὺς παρʼ αὐτὰ τὰ Κρόνια,
54.2 καὶ αὐτὸς μὲν ἐπὶ Μέτελλον Κέλερα, παρʼ ᾧ ὁ Τιγράνης ἦν, ἤλασεν, ἄλλους δὲ ἐπὶ τὸν Πομπήιον καὶ ἄλλους ἐπὶ Λούκιον Φλάκκον τὸν τῆς τριτημορίδος ἄρχοντα ἔπεμψεν, ὅπως πάντες ἅμα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme