Book 36
54.3
ταραχθέντες μὴ συμβοηθήσωσιν ἀλλήλοις. οὐ μὴν καὶ διεπράξατο οὐδαμόθι οὐδέν· ἐκεῖνόν τε γὰρ ὁ Κέλερ ἰσχυρῶς ἀπεκρούσατο, καὶ ὁ Φλάκκος ἐπειδὴ πολὺν τὸν περίβολον τῆς ταφρείας ὄντα ἀδύνατος ἦν ὑπὸ τοῦ μεγέθους σῶσαι, ἑτέραν ἔνδοθεν ἐποιήσατο, καὶ δόξαν ἀπʼ αὐτοῦ τοῖς ἐναντίοις ὡς καὶ φοβηθεὶς ἐμβαλών, ἐπεσπάσατο
54.4
αὐτοὺς εἴσω τῆς ἔξωθεν τάφρου, κἀνταῦθα μὴ προσδεχομένοις σφίσιν ἐπεκδραμὼν πολλοὺς μὲν ἐν χερσί, πολλοὺς δὲ καὶ φεύγοντας ἐφόνευσε. κἀν τούτῳ ὁ Πομπήιος προμαθών τε τὴν te th\n Bk., th/n te L. πείρασιν τῶν βαρβάρων ἣν ἐπὶ τοὺς ἄλλους ἐπεποίηντο, προαπήντησε τοῖς ἐφʼ ἑαυτὸν ἐπιοῦσιν e)piou=sin R. Steph., a)piou=sin I. ἀπροσδόκητος, καὶ κρατήσας ἐπὶ τὸν Ὀροίσην εὐθὺς ὥσπερ εἶχεν ἠπείχθη. καὶ ἐκεῖνον μὲν οὐ κατέλαβεν (ἀπωσθείς τε γὰρ ὑπὸ τοῦ Κέλερος καὶ μαθὼν καὶ τὰ τῶν ἄλλων πταίσματα
54.5
ἔφυγε), τῶν μέντοι Ἀλβανῶν συχνοὺς περὶ τὴν τοῦ Κύρνου διάβασιν συλλαβὼν ἔφθειρε. κἀκ τούτου δεηθεῖσιν αὐτοῖς ἐσπείσατο· ἄλλως μὲν γὰρ καὶ σφόδρα ἐπεθύμει ἐς τὴν χώραν αὐτῶν ἀντεμβαλεῖν, διὰ δὲ δὴ τὸν χειμῶνα ἡδέως τὸν πόλεμον ἀνεβάλετο.