Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 36

24.5 ὁ Πομπήιος ἐπιθυμῶν μὲν πάνυ ἄρξαι, καὶ ἤδη γε ὑπό τε τῆς ἑαυτοῦ φιλοτιμίας καὶ ὑπὸ τῆς τοῦ δήμου σπουδῆς οὐδὲ τιμὴν ἔτι τοῦτο, ἀλλʼ ἀτιμίαν τὸ μὴ τυχεῖν αὐτοῦ νομίζων εἶναι, τὴν δὲ ἀντίταξιν τῶν δυνατῶν ὁρῶν, ἠβουλήθη δοκεῖν
24.6 ἀναγκάζεσθαι. ἦν μὲν γὰρ καὶ ἄλλως ὡς ἥκιστα προσποιούμενος ἐπιθυμεῖν ὧν ἤθελε· τότε δὲ καὶ μᾶλλον, διά τε τὸ ἐπίφθονον ἄν γε ἑκὼν τῆς ἀρχῆς ἀντιποιήσηται, καὶ διὰ τὸ to\ Leuncl., tou=to to\ L. εὐκλεὲς ἄν γε καὶ ἄκων ὥς γε καὶ ἀξιοστρατηγητότατος a)ciostrathghto/tatos Bk., a)ciostrathgo/tatos L. ὢν ἀποδειχθῇ, ἐπλάττετο.
25.1 καὶ παρελθὼν ἔφη “χαίρω μὲν τιμώμενος ὑφʼ ὑμῶν, ὦ Κυιρῖται· φύσει τε γὰρ πάντες ἄνθρωποι καὶ ἐγκαλλωπίζονται ταῖς παρὰ τῶν πολιτῶν εὐεργεσίαις, καὶ ἐγώ, ἅτε δὴ πολλάκις τῆς παρʼ ὑμῶν τιμῆς ἀπολελαυκώς, οὐκ ἔχω πῶς κατʼ ἀξίαν ἡσθῶ τοῖς παροῦσιν· οὐ μέντοι οὔθʼ ὑμῖν νομίζω προσήκειν ἀπλήστως οὕτω πρός με διακεῖσθαι, οὔτε ἐμοὶ διὰ παντὸς ἔν τινι ἡγεμονίᾳ εἶναι. αὐτός τε γὰρ ἐκ παίδων κέκμηκα, καὶ ὑμᾶς δεῖ καὶ περὶ
25.2 τοὺς ἄλλους σπουδάζειν. ἢ οὐ μέμνησθε ὅσα μὲν ἐν τῷ πρὸς τὸν Κίνναν πολέμῳ ἐταλαιπώρησα, καίτοι κομιδῇ νέος ὤν, ὅσα δὲ ἔν τε τῇ Σικελίᾳ καὶ ἐν τῇ Ἀφρικῇ ἔκαμον, μηδέπω καθαρῶς ἐς ἐφήβους τελῶν, ὅσα δὲ ἐν τῇ Ἰβηρίᾳ ἐκινδύνευσα, μηδὲ βουλεύων πω; ἐφʼ οἷς ἅπασιν οὐχ ὅτι
25.3 ἀχάριστοι πρός με ἐγένεσθε ἐρῶ. πόθεν; πολλοῦ γε καὶ δεῖ· πρὸς γὰρ τοῖς ἄλλοις ὧν πολλῶν καὶ μεγάλων παρʼ ὑμῶν ἠξιώθην, καὶ αὐτὸ τὸ πιστευθῆναί με τὴν ἐπὶ τὸν Σερτώριον στρατηγίαν, μηδενὸς ἄλλου μήτʼ ἐθελήσαντος μήτε δυνηθέντος αὐτὴν ὑποστῆναι, τό τε ἐπινίκια καὶ ἐπʼ ἐκείνῃ παρὰ τὸ νενομισμένον πέμψαι μεγίστην μοι τιμὴν
25.4 ἤνεγκεν. ἀλλʼ ὅτι πολλὰς μὲν φροντίδας πολλοὺς δὲ κινδύνους ὑπέμεινα, κατατέτριμμαι μὲν τὸ σῶμα, πεπόνημαι δὲ τὴν γνώμην. μὴ γὰρ ὅτι νέος ἔτʼ εἰμὶ λογίζεσθε, μηδʼ ὅτι ἔτη o(/ti e)/th Bs., o(/ti L. Madvig had supplied e)/th before ge/gona. τόσα καὶ τόσα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme