Book 37
arg.
τάδε ἔνεστιν ἐν τῷ τριακοστῷ ἑβδόμῳ τῶν Δίωνος Ῥωμαϊκῶν
arg.
α. ὡς ὁ Πομπήιος πρὸς Ἴβηρας τοὺς ἐν τῇ Ἀσίᾳ ἐπολέμησεν.
arg.
β. ὡς Πομπήιος τὸν Πόντον τῇ Βιθυνίᾳ προσένειμεν.
arg.
γ. ὡς Πομπήιος τήν τε Συρίαν καὶ τὴν Φοινίκην ὑπηγάγετο.
arg.
δ. ὡς Μιθριδάτης ἀπέθανε.
arg.
ε. περὶ τῶν Ἰουδαίων.
arg.
ς. ὡς Πομπήιος καταστησάμενος τὰ ἐν τῇ Ἀσίᾳ εἰς Ῥώμην ἐπανῆλθε.
arg.
ς. περὶ Κικέρωνος καὶ Κατιλίνου καὶ τῶν ὑπʼ αὐτῶν πραχθέντων.
arg.
η. περὶ Καίσαρος καὶ Πομπηίου καὶ Κράσσου καὶ τῆς συνωμοσίας αὐτῶν.
arg.
χρόνου πλῆθος ἔτη ἕξ, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
arg.
λ. Αὐρήλιος Μ. υἱ. Κόττας
arg.
λ. Μάλλιος Λ. υἱ. Τορκουᾶτος ὑπ.
arg.
λ. Ἰούλιος Λ. υἱ. *torkoua=tos *l. *)iou/lios *l. ui(. supplied by Palm. καῖσαρ
arg.
γ. Μάρκιος Γ. υἱ. Φίγουλος ὑπ.
arg.
μ. Τούλλιος Μ. υἱ. Κικέρων
arg.
γ. Ἀντώνιος Μ. υἱ. ὑπ.
arg.
Δέκιμος Ἰούνιος Μ. υἱ. Σιλανός
arg.
λ. Λικίννιος Λ. υἱ. Μουρήνας ὑπ.
arg.
μ. Πούπιος *pou/pios Palm., pou/plios L. μ. υἱ. Πίσων
arg.
μ. Οὐαλέριος *ou)ale/rios R. Steph., galerios L. μ. υἱ. Μεσσάλας Νιγρός *nigro/s Palm., nipros L. ὑπ.
arg.
λ. *l. added by H. Steph., space left in L. Ἀφράνιος Αὔλ. υἱ.
arg.
κ. Καικίλιος Κ. υἱ. Μέτελλος Κέλερ ὑπ.
1.1
τότε μὲν δὴ ταῦτʼ ἔπραξε, τῷ δʼ ἐπιγιγνομένῳ ἔτει, τοῦ τε Κόττου τοῦ Λουκίου καὶ τοῦ Τορκουάτου τοῦ tou= added by Bk. Λουκίου ὑπατευόντων, ἐπολέμησε μὲν καὶ τοῖς Ἀλβανοῖς, ἐπολέμησε δὲ καὶ τοῖς Ἴβηρσι. καὶ προτέροις γε τούτοις καὶ παρὰ
1.2
γνώμην ἠναγκάσθη συνενεχθῆναι· Ἀρτώκης γὰρ ὁ βασιλεὺς αὐτῶν (νέμονται δὲ ἐπʼ ἀμφότερα τοῦ Κύρνου, τῇ μὲν τοῖς Ἀλβανοῖς, τῇ δὲ τοῖς Ἀρμενίοις πρόσοροι) φοβηθεὶς μὴ καὶ ἐφʼ ἑαυτὸν τράπηται, πρέσβεις μὲν ὡς καὶ ἐπὶ φιλίᾳ πρὸς αὐτὸν ἔπεμψε, παρεσκευάζετο δὲ ὅπως ἐν τῷ θαρσοῦντι καὶ διὰ τοῦτο ἀνελπίστῳ οἱ ἐπίθηται.
1.3
προμαθὼν οὖν καὶ τοῦτο ὁ Πομπήιος ἔς τε τὴν χώραν αὐτοῦ προενέβαλε, πρὶν ἱκανῶς τε αὐτὸν ἑτοιμάσασθαι καὶ τὴν ἐσβολὴν δυσχερεστάτην οὖσαν προκατασχεῖν, καὶ ἔφθη καὶ πρὸς τὴν πόλιν τὴν Ἀκρόπολιν ὠνομασμένην προχωρήσας,