Book 37
25.1
ἀμέλει καὶ τότε ἠδυνήθη μέν πως τὸ οἰώνισμα ἐκεῖνο ποιηθῆναι, οὐ μέντοι καὶ καθαρὸν ἐγένετο. ἔξεδροι γάρ τινες ὄρνιθες ἐπέπταντο, καὶ διὰ τοῦτʼ ἀνεμαντεύσαντο. καὶ ἄλλα τε a)/lla te Dind., a)/lla de\ L. αὐτοῖς
25.2
σημεῖα οὐκ αἴσια συνηνέχθη· κεραυνοί τε γὰρ ἐν αἰθρίᾳ πολλοὶ ἔπεσον, καὶ ἡ γῆ ἰσχυρῶς ἐσείσθη, εἴδωλά τε πολλαχόθι ἀνθρώπων ἐφαντάσθη, καὶ λαμπάδες ἀνεκὰς ἐς τὸν οὐρανὸν ἀπὸ τῶν δυσμῶν ἀνέδραμον, ὥστε πάντα τινὰ καὶ ἰδιώτην τὰ σημαινόμενα ἀπʼ αὐτῶν προγνῶναι.
25.3
οἱ γὰρ δήμαρχοι τὸν Ἀντώνιον τὸν ὕπατον ὁμοιοτροπώτατόν σφισιν ὄντα προσλαβόντες, ὁ μέν τις τοὺς παῖδας τῶν ὑπὸ τοῦ Σύλλου ἐκπεσόντων πρὸς τὰς ἀρχὰς ἦγεν, ὁ δὲ τῷ τε Παίτῳ τῷ Πουπλίῳ καὶ τῷ Σύλλᾳ τῷ Κορνηλίῳ τῷ μετʼ αὐτοῦ ἁλόντι τό τε βουλεύειν καὶ τὸ ἄρχειν
25.4
ἐξεῖναι ἐδίδου. ἄλλος χρεῶν ἀποκοπάς, ἄλλος κληρουχίας καὶ ἐν τῇ Ἰταλίᾳ καὶ ἐν τῷ ὑπηκόῳ γενέσθαι ἐσηγεῖτο. καὶ ταῦτα μὲν πρός τε τοῦ Κικέρωνος καὶ πρὸς τῶν ἄλλων τῶν ὁμογνωμονούντων οἱ προκαταληφθέντα, πρὶν ἔργον τι ἀπʼ αὐτῶν συμβῆναι,
26.1
ἐπαύθη· Τίτος δὲ δὴ Λαβιῆνος Γάιον Ῥαβίριον ἐπὶ τῷ τοῦ Σατουρνίνου φόνῳ γραψάμενος πλεῖστόν σφισι τάραχον παρέσχεν. ὅ τε γὰρ Σατουρνῖνος πρὸ ἕξ που καὶ τριάκοντα ἐτῶν ἐτεθνήκει, καὶ τὰ κατὰ τὸν πόλεμον τὸν πρὸς αὐτὸν οἱ ὕπατοι τότε παρὰ τῆς βουλῆς προσετετάχατο, ὥστε ἡ γερουσία ἄκυρος ἐκ τοῦ δικαστηρίου ἐκείνου
26.2
τῶν ψηφισμάτων ἐγίγνετο. κἀκ τούτου πᾶς ὁ κόσμος τῆς πολιτείας ἐταράττετο. ὁ μὲν γὰρ Ῥαβίριος οὐδʼ ὡμολόγει τὸν φόνον, ἀλλʼ ἄπαρνος ἦν· οἱ δὲ δήμαρχοι τήν τε ἰσχὺν καὶ τὴν ἀξίωσιν τῆς βουλῆς καταλῦσαι παντελῶς ἐσπούδαζον, καὶ ἐξουσίαν ἑαυτοῖς τοῦ πάνθʼ ὅσα βούλοιντο