Book 37
1.4
πρὶν καὶ αἰσθέσθαι τὸν Ἀρτώκην ὅτι παρείη. ἦν δὲ ἐπʼ αὐτοῖς τοῖς στενοῖς, ἔνθεν μὲν Bk. supplied tou= *ku/rnou pararre/ontos, e)/nqen de\, adopted in the translation. τοῦ Καυκάσου παρατείνοντος, οὗ καὶ ἐπὶ τῇ φυλακῇ τῶν ἐσβολῶν ὠχύρωτο. ὅ τε οὖν Ἀρτώκης ἐκπλαγεὶς οὐδένα καιρὸν ὥστε συντάξασθαι ἔσχεν, ἀλλὰ διαβὰς τὸν ποταμὸν τὴν γέφυραν
1.5
κατέπρησε, καὶ οἱ ἐν τῷ τείχει πρός τε τὴν φυγὴν fugh\n Leuncl., fulakh\n L. αὐτοῦ, καὶ ἅμα καὶ μάχῃ νικηθέντες, ἐνέδοσαν. κρατήσας οὖν τῶν διόδων ὁ Πομπήιος φρουράν τε ἐπʼ αὐταῖς κατεστήσατο, καὶ ἐκεῖθεν ὁρμώμενος πᾶσαν τὴν ἐντὸς τοῦ ποταμοῦ κατεστρέψατο.
2.1
μέλλοντος δʼ αὖ καὶ τὸν Κύρνον διαβήσεσθαι, πέμπει πρὸς αὐτὸν ὁ Ἀρτώκης εἰρήνην τε αἰτῶν, καὶ γέφυραν τά τε ἐπιτήδεια ἑκών οἱ παρέξειν
2.2
ὑπισχνούμενος. καὶ ἐποίησε μὲν ἑκάτερον ὡς καὶ συμβησόμενος, δείσας δέ, ἐπειδὴ εἶδεν αὐτὸν διαβεβηκότα, πρὸς τὸν Πέλωρον, ἐν τῇ ἀρχῇ καὶ ἐκεῖνον τῇ αὐτοῦ ῥέοντα, ἀπέφυγεν· ὃν γὰρ ἐξῆν αὐτῷ κωλῦσαι διαβῆναι, τοῦτον ἐπισπασάμενος
2.3
ἀπεδίδρασκεν. ἰδὼν οὖν τοῦθʼ ὁ Πομπήιος ἐπεδίωξέ τε αὐτὸν καὶ καταλαβὼν ἐνίκησε· δρόμῳ γάρ, καὶ πρὶν τοὺς τοξότας αὐτοῦ τῇ σφετέρᾳ τέχνῃ χρήσασθαι, ὁμόσε σφίσιν ἐχώρησε καὶ διʼ
2.4
ἐλαχίστου αὐτοὺς ἐτρέψατο. γενομένου δὲ τούτου Ἀρτώκης μὲν τόν τε Πέλωρον διαβὰς καὶ τὴν γέφυραν καὶ τὴν ἐκείνου καύσας ἔφυγε, τῶν δʼ ἄλλων οἱ μὲν ἐν χερσίν, οἱ δὲ καὶ τὸν ποταμὸν
2.5
πεζῇ περαιούμενοι ἀπέθανον· συχνοὶ δὲ καὶ κατὰ τὰς ὕλας σκεδασθέντες ἡμέρας μέν τινας ἀπὸ τῶν δένδρων ὑπερυψήλων ὄντων ἀποτοξεύοντες διεγένοντο, ἔπειτα δὲ καὶ αὐτοὶ ὑποτμηθέντων τῶν δένδρων ἐφθάρησαν. καὶ οὕτω καὶ ὁ Ἀρτώκης ἐπεκηρυκεύσατο μὲν αὖθις τῷ Πομπηίῳ καὶ δῶρα
2.6
ἔπεμψεν· ἐκείνου δὲ δὴ ταῦτα μέν, ὅπως τὰς σπονδὰς ποιήσεσθαι poih/sesqai Turn., poih/sasqai LUG. ἐλπίσας μὴ περαιτέρω ποι προχωρήσῃ, λαβόντος, τὴν δʼ εἰρήνην οὐχ ὁμολογήσαντος δώσειν ἂν μὴ τοὺς tou\s Rk., tou/s te LUG. παῖδάς οἱ ὁμήρους