Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 37

30.2 κοινὸν τὴν ἐπιβουλὴν συνίστη. ἐκ γὰρ τῆς Ῥώμης αὐτῆς τούς τε κακίστους καὶ καινῶν ἀεί ποτε πραγμάτων ἐπιθυμητάς, κἀκ τῶν συμμάχων ὡς ὅτι πλείστους, χρεῶν τε te Xyl., te kai\ L. ἀποκοπὰς καὶ γῆς ἀναδασμούς, ἄλλα τε ἐξ ὧν μάλιστα δελεάσειν αὐτοὺς
30.3 ἤμελλεν, ὑπισχνούμενός σφισι συνῆγε. καὶ τούς γε πρώτους αὐτῶν καὶ kai\ added by Xyl. δυνατωτάτους (ἦσαν δὲ ἄλλοι τε καὶ Ἀντώνιος ὁ ὕπατοσʼ καὶ ἐς ἀθεμίτων ὁρκωμοσιῶν ἀνάγκην προήγαγε· proh/gage Rk., prosh/gagen L. παῖδα γάρ τινα καταθύσας, καὶ ἐπὶ τῶν σπλάγχνων αὐτοῦ τὰ ὅρκια ποιήσας, ἔπειτʼ ἐσπλάγχνευσεν αὐτὰ μετὰ
30.4 τῶν ἄλλων. συνέπραττον δὲ αὐτῷ τὰ μάλιστα τὰ μὲν ἐν τῇ Ῥώμῃ ὅ τε ὕπατος καὶ ὁ Λέντουλος ὁ Πούπλιος ὁ μετὰ τὴν ὑπατείαν ἐκ τῆς γερουσίας ἐκπεσών (ἐστρατήγει γὰρ ὅπως τὴν βουλείαν ἀναλάβᾐ, τὰ δὲ ἐν ταῖς Φαισούλαις, ἐς e)s R. Steph., ai(=s L. ἃς οἱ
30.5 στασιῶται αὐτοῦ συνελέγοντο, Γάιός τις Μάλλιος, τῶν τε πολεμικῶν ἐμπειρότατος (μετὰ γὰρ τῶν τοῦ Σύλλου λοχαγῶν ἐστράτευτο e)stra/teuto Turn., e)strateu/eto L.) καὶ πολυδαπανώτατος ὤν· σύμπαντα γοῦν ὅσα τότε ἐκτήσατο, καίπερ πάμπολλα ὄντα, κακῶς καταναλώσας ἑτέρων ἔργων ὁμοίων ἐπεθύμει.
31.1 παρασκευαζομένων οὖν ταῦτα αὐτῶν, μηνύεται τῷ Κικέρωνι πρότερα μὲν τὰ ἐν τῷ ἄστει γιγνόμενα διὰ γραμμάτων τινῶν, ἃ τὸν μὲν γράψαντα οὐκ ἐδήλου, τῷ δὲ δὴ Κράσσῳ καὶ ἄλλοις τισὶ τῶν δυνατῶν ἐδόθη, καὶ ἐπʼ αὐτοῖς δόγμα ἐκυρώθη, ταραχήν τε εἶναι καὶ ζήτησιν τῶν αἰτίων αὐτῆς
31.2 γενέσθαι· δεύτερα δὲ τὰ ἀπὸ τῆς Τυρσηνίδος, καὶ προσεψηφίσαντο τοῖς ὑπάτοις τὴν φυλακὴν τῆς τε πόλεως καὶ τῶν ὅλων αὐτῆς πραγμάτων, καθάπερ εἰώθεσαν· καὶ γὰρ τούτῳ τῷ δόγματι προσεγράφη τὸ διὰ φροντίδος αὐτοὺς σχεῖν ὥστε
31.3 μηδεμίαν ἀποτριβὴν τῷ δημοσίῳ συμβῆναι. γενομένου δὲ τούτου καὶ φρουρᾶς πολλαχόθι καταστάσης τὰ μὲν ἐν τῷ ἄστει οὐκέτʼ ἐνεωτερίσθη, ὥστε καὶ ἐπὶ συκοφαντίᾳ τὸν Κικέρωνα διαβληθῆναι, τὰ δὲ ἐκ τῶν Τυρσηνῶν ἀγγελλόμενα τήν τε αἰτίαν ἐπιστώσατο καὶ βίας ἐπʼ αὐτοῖς γραφὴν τῷ Κατιλίνᾳ παρεσκεύασε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme