Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 38

12.3 ἀποδειχθῆναι διεπράξατο. οὗτος οὖν ὁ Κλώδιος ἐπεστόμισε μὲν καὶ τὸν Βίβουλον ἐσελθόντα τε ἐς τὴν ἀγορὰν ἐπʼ ἐξόδῳ τῆς ἀρχῆς, καὶ διανοούμενον μετὰ τῆς τοῦ ὅρκου πιστώσεως καὶ περὶ τῶν παρόντων δημηγορῆσαι, ἐπέθετο δὲ καὶ τῷ
12.4 Κικέρωνι. καὶ ἐπειδὴ μὴ ἐδόκει οἱ ῥᾴδιον εἶναι ἄνδρα πάμπολυ ἐν τῇ πολιτείᾳ διὰ τὴν τῶν λόγων δεινότητα δυνάμενον καταλῦσαι, τρέπεται πρὸς οἰκείωσιν οὐχ ὅτι τοῦ πλήθους, ἀλλὰ καὶ τῶν ἱππέων τῆς τε βουλῆς, παρʼ οἷσπέρ που καὶ ὁ Κικέρων πλεῖστος ἐφέρετο, ἐλπίσας, ἂν τούτους σφετερίσηται, ῥᾳδίως αὐτόν, ἅτε καὶ διὰ φόβον μᾶλλον ἢ διʼ εὔνοιαν ἰσχύοντα, καθαιρήσειν.
12.5 παμπληθεῖς γὰρ ἐκ τῶν λόγων ἐλύπει, καὶ οὐκ ἐς τοσοῦτον οἵ τι ὠφελούμενοι ὑπʼ αὐτοῦ ᾠκειοῦντο ἐς ὅσον οἱ βλαπτόμενοι ἠλλοτριοῦντο. πρὸς γάρ τοι τῷ τοὺς πλείους τῶν ἀνθρώπων προχειρότερον ἐπὶ τοῖς δυσχερεστέροις ἀγανακτεῖν ἢ τῶν ἀμεινόνων χάριν τισὶν ἔχειν, καὶ τοῖς μὲν συναγορεύσασί σφισιν ἀποδεδωκέναι τὸν μισθὸν νομίζειν, τοὺς δʼ ἀντιδικήσαντας ἀμύνεσθαι τρόπον
12.6 τινὰ προαιρεῖσθαι, πικροτάτους ἐχθροὺς ἑαυτῷ ἐποίει e)poi/ei Reim., e)sepoi/ei L. περιεῖναί τε καὶ τῶν κρατίστων ἀεί ποτε ἐπιχειρῶν καὶ τῇ παρρησίᾳ πρὸς πάντας ὁμοίως ἀκράτῳ καὶ κατακορεῖ χρώμενος, ἅτε καὶ τὴν δόξαν τοῦ δύνασθαι συνεῖναί τε καὶ εἰπεῖν ἃ μηδεὶς ἄλλος, καὶ πρὸ τοῦ χρηστὸς εἶναι δοκεῖν,
12.7 θηρώμενος. ἔκ τε οὖν τούτου, καὶ διότι μέγιστόν τε ἀνθρώπων ηὔχει καὶ οὐδένα ἐξ ἴσου ἑαυτῷ ἦγεν, ἀλλὰ ἔν τε τοῖς λόγοις ὁμοίως καὶ ἐν τῷ βίῳ πάντας τε ὑπερεφρόνει καὶ ἰσοδίαιτος οὐδενὶ ἠξίου εἶναι, φορτικός τε καὶ ἐπαχθὴς ἦν, καὶ ἀπὸ τούτων καὶ ὑπʼ αὐτῶν ἐκείνων οἷς ἤρεσκε, καὶ ἐφθονεῖτο καὶ ἐμισεῖτο.
13.1 ὁ οὖν Κλώδιος ἐλπίσας αὐτὸν διὰ ταῦτα, ἂν τήν τε βουλὴν καὶ τοὺς ἱππέας τόν τε ὅμιλον προπαρασκευάσηται, ταχὺ κατεργάσεσθαι, katerga/sesqai Dind., katerga/sasqai L. τόν τε σῖτον προῖκα εὐθὺς eu)qu\s Bs., au)=qis L. διένειμε (τὸ γὰρ μετρεῖσθαι τοῖς ἀπόροις, τοῦ τε Γαβινίου ἤδη καὶ τοῦ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme