Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 38

23.5 καὶ δοκεῖ εἶναι. αὐτίκα τὴν ἀτιμίαν οὐκ ἐπὶ τοῖς αὐτοῖς παντελῶς ἄνθρωποι νομίζουσιν, nomi/zousin Bk., nomi/zousin e)pitimi/an L. ἀλλʼ ἔστιν ἃ τῶν ἔργων ἐπαίτια παρὰ τισὶν ὄντα παρ ἄλλοις ἐπαινεῖται, καὶ ἕτερα πρὸς τινῶν τιμώμενα πρὸς ἑτέρων κολάζεται· εἰσὶ δὲ οἳ καὶ τὴν ἀρχὴν
23.6 οὔτε τὸ ὄνομα οὔτε τὸ ἔργον αὐτῆς ἴσασι. καὶ πάνυ εἰκότως· ὅσα γὰρ μὴ προσάπτεται prosa/ptetai R. Steph., prosa/pthtai L. τῶν τῇ φύσει τοῦ ἀνθρώπου προσηκόντων, οὐδʼ ἀνήκειν ἐς αὐτὸν νομίζεται. ὥσπερ ἂν οὖν, εἰ ei) H. Steph., h)\ L. κρίσις τις ἢ καὶ ψήφισμά τι ἐγένετο τὸν δεῖνα νοσεῖν ἢ τὸν δεῖνα αἰσχρὸν εἶναι, γελοιότατον ἂν δήπουθεν ἦν, οὕτω καὶ περὶ τῆς ἀτιμίας ἔχει.
24.1 τὸ δʼ αὐτὸ τοῦτο καὶ περὶ τὴν φυγὴν ἔγωγε ὁρῶ ὄν. ἀποδημία γάρ τις ἄτιμός ἐστιν, ὥστʼ εἴπερ αὐτὴ καθʼ αὑτὴν ἡ ἀτιμία μηδεμίαν κακίαν ἔχει, οὐδὲ τῇ φυγῇ δήπου προστρίψασθαί τι
24.2 κακὸν δύναται, ἐπεὶ τήν γε ἄλλως συχνοὶ πλεῖστον ὅσον χρόνον οἱ μὲν ἄκοντες οἱ δὲ καὶ ἑκόντες ἀποδημοῦσι, καί τινες καὶ πάντα τὸν βίον καταναλίσκουσι περινοστοῦντες, ὥσπερ ἀεὶ πανταχόθεν ἐξελαυνόμενοι, καὶ οὐδὲν μέντοι παρὰ τοῦτο
24.3 βλάπτεσθαι νομίζουσιν. οὐ μὴν οὐδὲ διαφέρει τι ἑκούσιόν τινα ἢ μὴ τοῦτο ποιεῖν· οὐδὲ γὰρ οὐδʼ ὁ ἄκων σωμασκῶν ἧττόν τι ἔρρωται τοῦ ἐθελοντὶ αὐτὸ δρῶντος, οὐδʼ ὁ ἄκων ναυτιλλόμενος ἥττω h(/ttw Bs., h(/ttwna L. τινὰ ὠφελίαν τοῦ ἑτέρου κτᾶται. καὶ αὐτό γε τοῦτο τὸ ἀκούσιον οὐχ ὁρῶ δυνάμενον ἀνδρὶ
24.4 φρονίμῳ συμβῆναι. ὥστʼ εἴπερ ἐν τούτῳ τὸ διάφορον τοῦ τε εὖ καὶ τοῦ κακῶς πράττειν ἐστὶν ὅτι o(/ti added by Leuncl. τὰ μὲν ἐθελονταὶ ἑτοίμως τὰ δʼ ἄκοντες χαλεπῶς ποιοῦμεν, poiou=men R. Steph., poiw=men L. εὐθεράπευτον· eu)qera/peuton R. Steph., eu)qera/peutos L. ἐὰν γάρ τοι πάντα τὰ ἀναγκαῖα ἑκούσιοι ὑπομένωμεν καὶ πρὸς μηδὲν αὐτῶν ἡττώμεθα, συνανῄρηται sunanh/|rhtai Rk., sunanh/rthtai L. πάντα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme