Book 38
29.4
που καὶ πεπείρασαι. οἱ γὰρ δυναστείας ἐρῶντες παρʼ οὐδὲν ou)de\n Reim., ou)deni\ L. πάντα τἆλλα πρὸς τὸ τυχεῖν ὧν βούλονται τίθενται, ἀλλὰ καὶ τοὺς φιλτάτους καὶ τοὺς συγγενεστάτους πολλάκις ἀντὶ τῶν ἐχθίστων ἀντικαταλλάσσονται.”
30.1
καὶ Κικέρων μὲν ταῦτα ἀκούσας ῥᾴων r(a/|wn Rk., r(aidi/ws L. πως ἐγένετο, οὐ μέντοι καὶ ἐπὶ πολὺ ἔφυγεν, ἀλλὰ καὶ ὑπʼ αὐτοῦ τοῦ Πομπηίου τοῦ μάλιστα αὐτὸν ἐκβαλόντος κατήχθη. αἴτιον δὲ ὅτι ὁ Κλώδιος τόν τε Τιγράνην τὸν νεώτερον, ἐν δεσμοῖς ἔτι καὶ
30.2
τότε παρὰ Λουκίῳ Φλαουίῳ ὄντα, πεισθεὶς ὑπὸ χρημάτων ἐξήρπασε καὶ ἀφῆκε, καὶ τὸν Πομπήιον τόν τε Γαβίνιον ἀγανακτήσαντας ἐπὶ τούτῳ περιύβρισε, τοῖς τε ἀμφʼ αὐτοὺς οὖσι καὶ πληγὰς καὶ τραύματα ἔδωκε, καὶ τοῦ ὑπάτου τάς τε ῥάβδους συνέτριψε καὶ τὴν οὐσίαν καθιέρωσεν.
30.3
ὀργισθεὶς γὰρ διὰ ταῦθʼ ὁ Πομπήιος, ἄλλως τε καὶ ὅτι τῇ th=| Xyl., e)n L. ἐξουσίᾳ, ἣν αὐτὸς τοῖς δημάρχοις ἀπεδεδώκει, κατʼ αὐτοῦ ὁ Κλώδιος ἐκέχρητο, ἀνακαλέσασθαι τὸν Κικέρωνα ἠθέλησε, καὶ αὐτῷ τὴν κάθοδον εὐθὺς διὰ τοῦ Νιννίου πράττειν ἤρξατο.
30.4
καὶ ὃς ἐσήνεγκε μὲν ἐς τὸ βουλευτήριον τὴν ὑπὲρ αὐτοῦ γνώμην, ἀπόντα τὸν Κλώδιον τηρήσας· ἀντιστάντος δέ οἱ ἑτέρου τινὸς δημάρχου, ἐκείνην τε ὡς καὶ τῷ πλήθει κοινώσων ἐξέθηκε, καὶ τῷ Κλωδίῳ πρὸς πάντα καθάπαξ ἠναντιοῦτο. κἀκ τούτου καὶ φιλονεικίαι καὶ τραύματα ἀπʼ αὐτῶν
30.5
πολλὰ ἑκατέροις ἐγίγνετο. πρὶν δὲ ἢ ἐς τοῦτο ἀφικέσθαι, βουληθεὶς ὁ Κλώδιος τόν τε Κάτωνα ἐκποδών, ὅπως ῥᾷον ὅσα ἔπραττε κατορθώσῃ, ποιήσασθαι, καὶ τὸν Πτολεμαῖον τὸν to\n added by Rk. τότε τὴν Κύπρον ἔχοντα ἀμύνασθαι ὅτι αὐτὸν παρὰ τῶν καταποντιστῶν οὐκ ἐλύσατο, τήν τε νῆσον ἐδήμοσίωσε καὶ πρὸς τὴν διοίκησιν αὐτῆς τὸν Κάτωνα καὶ μάλα ἄκοντα ἀπέστειλε.
31.1
ταῦτα μὲν ἐν e)n added by R. Steph. τῇ πόλει ἐγίγνετο· Καῖσαρ δὲ εὗρε μὲν οὐδὲν ἐν τῇ Γαλατίᾳ πολέμιον, ἀλλὰ ἀκριβῶς πάντα ἡσύχαζεν, οὐ μέντοι καὶ ἐν εἰρήνῃ διεγένετο, ἀλλὰ αὐτομάτου τὸ πρῶτον πολέμου τινὸς αὐτῷ συμβάντος ἕτερος συνηνέχθη, ὥστʼ αὐτόν, ὅπερ ἐς τὰ μάλιστα ἐπεθύμει, πάντα