Book 38
39.3
αὐτῶν ὑπερέχοντας. ἢ h)\ Rk., mh\ L. οὖν ἀπὸ πρώτης ἐχρῆν μηδὲν διαφερόντως ἡμᾶς τῶν ἄλλων ἀνθρώπων ηὐξῆσθαι, ἤ, ἐπείπερ τηλικοῦτοι γεγόναμεν καὶ τοσαῦτα κεκτήμεθα, πέπρωταί τε ἢ ἄρχειν τῶν ἄλλων ἐγκρατῶς ἢ καὶ αὐτοὺς παντελῶς ἀπολέσθαι (τοῖς γὰρ ἔς τε ἀξίωμα τοσοῦτον καὶ ἐς δύναμιν τηλικαύτην προκεχωρηκόσιν ἀδύνατόν ἐστιν ἀκινδύνως ἰδιωτεῦσαἰ, πειθώμεθα τῇ τύχῃ, μηδὲ ἑκοῦσαν αὐτὴν καὶ αὐτεπάγγελτον τοῖς τε πατράσιν ἡμῶν ὑπάρξασαν καὶ ἡμῖν
39.4
παραμένουσαν ἀπωσώμεθα. ἔσται δὲ τοῦτο οὐκ ἂν τὰ ὅπλα ῥίψωμεν, οὐδʼ ἂν τὰς τάξεις ἐκλίπω- μεν, e)kli/pwmen Dind., e)klei/ywmen L. οὐδʼ ἂν διὰ κενῆς οἴκοι καθώμεθα kaqw/meqa Pflugk, kaqh/meqa L. ἢ καὶ παρὰ τοῖς συμμάχοις πλανώμεθα, ἀλλὰ ἂν τά τε ὅπλα διὰ χειρὸς ἀεὶ ἔχωμεν (οὕτω γὰρ μόνως εἰρήνη σώζεται) καὶ τὰ ἔργα τοῦ πολέμου διὰ κινδύνων ἀσκῶμεν (οὕτω γὰρ μόνως οὐκ ἀεὶ πολεμήσομενʼ,
39.5
τοῖς τε δεομένοις τῶν συμμάχων ἀπροφασίστως ἐπικουρῶμεν (οὕτω γὰρ πολὺ πλείους ἕξομενʼ καὶ τοῖς ἀεί τι παρακινοῦσι τῶν πολεμίων polemi/wn Xyl., pole/mwn L. μὴ ἐπιτρέπωμεν (οὕτω γὰρ οὐδεὶς ἔθʼ ἡμᾶς ἀδικεῖν ἐθελήσεἰ.
40.1
εἰ μὲν γάρ τις τῶν θεῶν ἐγγυητὴς ἡμῖν ἐγένετο ὅτι, κἂν ταῦτα μὴ mh\ supplied by Xyl. ποιῶμεν, οὔτε τις ἡμῖν ἐπιβουλεύσει καὶ πάνθʼ ὅσα κεκτήμεθα ἀσφαλῶς ἀεὶ καρπωσόμεθα, αἰσχρὸν μὲν ἂν ἦν h)=n supplied by Pflugk. εἰπεῖν ὅτι τὴν ἡσυχίαν ἄγειν ἐχρῆν, ὅμως δʼ οὖν εἶχον ἄν τινα σκῆψιν εὐπρεπῆ οἱ μηδὲν τῶν δεόντων πράττειν
40.2
βουλόμενοι. εἰ δʼ ἀνάγκη τε τοὺς κεκτημένους τινὰ ὑπὸ πολλῶν ἐπιβουλεύεσθαι, καὶ προσήκει τὰς ἐπιθέσεις αὐτῶν προκαταλαμβάνεσθαι, καὶ οἱ μὲν ἐπὶ τοῖς οἰκείοις ἡσυχάζοντες καὶ περὶ τούτοις κινδυνεύουσιν, οἱ δὲ ἐκ περιουσίας τῷ πολέμῳ καὶ κατὰ τῶν ἀλλοτρίων a)llotri/wn Xyl., a)llobrigwn L. χρώμενοι καὶ ἐκεῖνα φυλάσσουσιν
40.3
(οὐδεὶς γὰρ περὶ τοῖς ἑαυτοῦ δεδιὼς τῶν τοῦ πέλας ἐφίεται· ὁ γὰρ περὶ τῶν ὑπαρχόντων οἱ φόβος ἰσχυρῶς τοῦ πολυπραγμονεῖν τὰ μὴ προσήκοντα αὐτὸν ἀποτρέπεἰ, τί τοῦτο λέγει τις, le/gei tis Rk., le/geis tis L. ὡς οὐ χρὴ ἡμᾶς ἀεί τι προσκτᾶσθαι;