Book 39
18.1
μετὰ δὲ δὴ τοῦτο ὁ Κλώδιος ἐπειδὴ τάχιστα ἐς τὴν ἀγορανομίαν ἐπί τε τοῦ Φιλίππου καὶ ἐπὶ τοῦ Μαρκελλίνου παρεληλύθει parelhlu/qei Bk., parelh/luqe L. (πρὸς γὰρ τὴν ἀπόδρασιν τῆς δίκης παρακελευστὸς ᾑρέθἠ, γραφὴν κατὰ kata\ Leuncl., kai\ L. τοῦ Μίλωνος τῆς τῶν μονομάχων παρασκευῆς ἀπήνεγκε· ἃ γὰρ αὐτὸς ἔπραττε καὶ
18.2
ἐφʼ οἷς ἐκρίνετο, ταῦτʼ ἐκείνῳ ἀντενεκάλει. ἐποίει δὲ τοῦτο οὐχ ὅτι τὸν Μίλωνα προσεδόκα prosedo/ka Bk., prosdokw=n L. αἱρήσειν ἅτε καὶ συναγωνιστὰς ἰσχυροὺς ἄλλους τε καὶ τὸν Κικέρωνα τόν τε Πομπήιον ἔχοντα, ἀλλʼ ἵνα ἐπὶ τῇ προφάσει ταύτῃ τῷ τε Μίλωνι προσπολεμοίη
19.1
καὶ ἐκείνους ὑβρίζοι. πρὸς γοῦν τοῖς ἄλλοις τοιόνδε τι ἐμεμηχάνητο· παρασκευάσας τοὺς ἑταίρους e(tai/rous R. Steph., e(te/rous L. ἵνʼ, ὁπότε πύθοιτο αὐτῶν ἐν τοῖς συλλόγοις “τίς ὁ o( added by Bk. ποιῶν ἢ καὶ λέγων ti/s kai\ le/gwn Leuncl., ti/ katale/gwn L. τοιόνδε τι toio/nde ti St., toio/sde tis L. ἦν, h)=n Rk., w)\n L.” συνεκβοῷεν ὅτι Πομπήιος, ἐπηρώτα πολλάκις ἐξαίφνης πάνθʼ ὅσα ἐπαίτια περὶ αὐτὸν ἢ κατὰ τὸ σῶμα ἢ κατʼ ἄλλο τι ἦν, ἰδίᾳ καὶ καθʼ
19.2
ἕκαστον, ὡς οὐ περὶ ἐκείνου δὴ λέγων· κἀκ τούτου τῶν μὲν ἐξαρχόντων τῶν δὲ συνεπηχούντων σφίσιν, οἷα φιλεῖ ἐν τοῖς τοιούτοις γίγνεσθαι, καὶ λεγόντων ὅτι Πομπήιος, χλευασία πολλὴ συνέβαινεν, ὥστε ἐκεῖνον μήτε τὴν ἡσυχίαν ἄγειν καρτεροῦντα μήθʼ ὅμοιόν τι ποιεῖν αὐτῷ ὑπομένοντα περιοργῆ τε γίγνεσθαι καὶ ἐν ἀμηχανίᾳ καθίστασθαι, καὶ λόγῳ μὲν τὸν Μίλωνα κατακρίνεσθαι, ἔργῳ δὲ αὐτὸν μηδʼ ἀπολογούμενον ἁλίσκεσθαι.
19.3
ὁ γὰρ Κλώδιος, ὅπως ἐπὶ πλεῖον ἀποροίη, a)poroi/h Bk., poioi/h L. οὐκ εἴα τὸν φρατριατικὸν νόμον ἐσενεχθῆναι· πρὶν γὰρ ἐκεῖνον τεθῆναι οὔτʼ ἄλλο τι τῶν σπουδαίων ἐν τῷ κοινῷ πραχθῆναι οὔτε δίκην οὐδεμίαν ἐσαχθῆναι ἐξῆν.
20.1
τέως μὲν οὖν ὁ Μίλων τῶν λοιδοριῶν καὶ τῶν σφαγῶν πρόσχημα αὐτοῖς ἦν· τεράτων τέ τινων ἐν τούτῳ γενομένων (ἔν τε γὰρ τῷ Ἀλβανῷ νεὼς Ἥρας βραχὺς ἐπὶ τραπέζης τινὸς πρὸς ἀνατολῶν ἱδρυμένος πρὸς τὴν ἄρκτον μετεστράφη, καὶ λαμπὰς ἀπὸ τῆς μεσημβρίας ὁρμηθεῖσα πρὸς βορέαν