Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 39

23.4 ἐβοήθει δὲ καὶ τότε τῷ Κλωδίῳ ὁ Καῖσαρ καίτοι μὴ παρών, καὶ τάς γε κατηγορίας αὐτῷ τὰς κατὰ τοῦ Κάτωνος ἐπιστολιμαίους, ὥς γέ τινές φασιν, ἔπεμπεν. ἐπεφέρετο e)pefe/reto St., e)pefe/ronto L. δὲ τῷ Κάτωνι ἄλλα τε καὶ ὅτι τὴν στρατηγίαν οἱ αὐτὸς τοὺς ὑπάτους πείσας, ὥς γε ἔλεγον, ἐσηγήσασθαι, προσεποιήσατο ἐθελοντής, ἵνα καὶ μὴ ἄκων ἀποτετυχηκέναι αὐτῆς δόξῃ, παρεῖσθαι.
24.1 οὗτοί τε οὖν ἐμάχοντο, καὶ ὁ Πομπήιος ἔσχε μὲν καὶ ἐν τῇ τοῦ σίτου διαδόσει τριβήν τινα· πολλῶν γὰρ πρὸς τὰς ἀπʼ αὐτοῦ ἐλπίδας ἐλευθερωθέντων, ἀπογραφήν σφων, ὅπως ἔν τε κόσμῳ καὶ ἐν τάξει τινὶ σιτοδοτηθῶσιν, ἠθέλησε h)qe/lhse Leuncl., e)qelh=sai L.
24.2 ποιήσασθαι· οὐ μὴν ἀλλὰ τοῦτο μὲν τῇ τε ἑαυτοῦ σοφίᾳ καὶ ἐκ τοῦ πλήθους τοῦ σίτου ῥᾷόν πως διῴκησε, τὴν δὲ δὴ ὑπατείαν αἰτῶν πράγματα u(patei/an ai)tw=n pra/gmata Xyl., u(patei/an tw=n pragma/twn L. ἔσχε καὶ αἰτίαν ἀπʼ αὐτοῦ a)p' au)tou= Bs., a)p' au)tw=n L. ἔλαβεν.
24.3 ἐλύπει μὲν γὰρ αὐτὸν καὶ τὰ ὑπὸ τοῦ Κλωδίου γιγνόμενα, καὶ μάλισθʼ ὅτι καὶ ὑπὸ τῶν ἄλλων ὑπερεωρᾶτο ὧν διέφερε, διά τε τὸ ἀξίωμα καὶ διὰ τὰς ἐλπίδας ἀφʼ ὧν καὶ ἰδιωτεύων ὑπὲρ πάντας αὐτοὺς τιμηθήσεσθαι προσεδόκησεν ὑβριζόμενος.
24.4 ἀλλὰ τούτων μὲν ἔσθʼ ὅτε καὶ κατεφρόνει· παραχρῆμα μὲν γὰρ κακῶς ἀκούων ἐδυσχέραινεν, διαλιπὼν δὲ καὶ ἐς ἀναλογισμὸν τῆς τε ἑαυτοῦ ἀρετῆς καὶ τῆς τῶν ἐναντίων κακίας ἀφικνούμενος
25.1 οὐκέτʼ αὐτῶν προετίμα· ὁ δὲ δὴ Καῖσαρ αὐξανόμενος, καὶ ὁ δῆμος τά τε κατειργασμένα αὐτῷ θαυμάζων ὥστε καὶ ἐκ In place of kai\ e)k Cobet plausibly suggested kai\ i= e)k ( “ten men” ). ἀποστεῖλαι, καὶ πρὸς τὰς ἀπʼ αὐτοῦ ἐλπίδας ἐπαιρόμενος ὥστε καὶ χρήματά οἱ πολλὰ ψηφίσασθαι,
25.2 δεινῶς αὐτὸν ἠνία. ἐπεχείρησε μὲν γὰρ τοὺς ὑπάτους ἀναπεῖσαι μήτε τὰς ἐπιστολὰς αὐτοῦ εὐθὺς ἀναγιγνώσκειν, ἀλλὰ καὶ ἐπὶ πλεῖστον, μέχρις ἂν αὐτόματος ἡ δόξα τῶν πραττομένων ἐκνικήσῃ, συγκρύπτειν, καὶ διάδοχόν τινα αὐτῷ καὶ πρὸ τοῦ καθήκοντος καιροῦ πέμψαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme