Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 39

30.2 ἀντιποιεῖσθαι. ὡς οὖν τούτῳ tou/tw| R. Steph., tou=to L. φανερῶς ἐνέκειτο, καὶ ὁ Κράσσος ἐρωτηθεὶς καὶ αὐτὸς τὰ αὐτὰ οὐχ ὡμολόγησε μέν, οὐ μὴν οὐδʼ ἀπηρνήσατο, ἀλλʼ ὥσπερ εἰώθει διὰ μέσου ἐχώρησεν, εἰπὼν ὅτι πάνθʼ ὅσα τῷ κοινῷ συμφέροι πράξοι, κατέδεισαν ὅ τε Μαρκελλῖνος καὶ ἄλλοι πολλοὶ τήν τε παρασκευὴν αὐτῶν καὶ τὴν ἀντίταξιν, καὶ οὐδὲ ἀπήντων
30.3 ἔτι ἐς τὸ βουλευτήριον. μὴ συλλεγομένου δὲ τοῦ καθήκοντος ἐκ τῶν νομίμων ἀριθμοῦ πρὸς τὸ ψηφισθῆναί τι περὶ τῶν ἀρχαιρεσιῶν, οὐδὲ χρηματισθῆναί τι ἀρχὴν περὶ αὐτῶν ἠδυνήθη, ἀλλὰ ὁ
30.4 ἐνιαυτὸς a)lla\ o( e)niauto\s Canter, a)lla\ qe/sei au)to\s L. οὕτω διέβη. οὐ μέντοι οὔτε τὴν ἐσθῆτα μετημπίσχοντο οὔτε ἐς τὰς πανηγύρεις ἐφοίτων, οὐκ ἐν τῷ Καπιτωλίῳ τῇ τοῦ Διὸς ἑορτῇ εἱστιάθησαν, οὐκ ἐπὶ τὰς ἀνοχὰς τὰς Λατίνας, δεύτερον τότε ὑπό τινος οὐκ ὀρθῶς πραχθέντος ποιουμένας, poioume/nas R. Steph., poiou/mena L. ἐς τὸ Ἀλβανὸν ἀφίκοντο, ἀλλʼ ὥσπερ δεδουλωμένοι, καὶ μήτʼ ἀρχὰς ἑλέσθαι μήτʼ ἄλλο τι πολιτικὸν πρᾶξαι pra=cai Bk., pra/casqai L. ἐξουσίαν ἔχοντες, τὸ λοιπὸν τοῦ ἔτους διήγαγον.
31.1 καὶ μετὰ τοῦτο ὅ τε Πομπήιος καὶ ὁ Κράσσος ὕπατοι ἐκ μεσοβασιλείας ἀπεδείχθησαν, οὔτʼ ἄλλου τινὸς τῶν προεπηγγελκότων ἀπαντήσαντος, καὶ Λουκίου Δομιτίου, ὃς μέχρι τῆς τελευταίας ἡμέρας ἐσπουδάρχησεν, ὁρμήσαντος μὲν πρὸς τὴν ἐκκλησίαν οἴκοθεν ὑπὸ νύκτα, ἐπεὶ δʼ ὁ παῖς ὁ τὸν λύχνον οἱ προφέρων ἐσφάγη, δείσαντος καὶ
31.2 μηκέτι περαιτέρω προχωρήσαντος. οὔτʼ οὖν ἀντιστάντος τινὸς τὴν ἀρχήν, καὶ προσέτι τοῦ Πουπλίου Κράσσου, ὃς υἱός τε τοῦ Μάρκου ἦν καὶ τότε τῷ Καίσαρι ὑπεστρατήγει, στρατιώτας ἐπʼ αὐτὸ τοῦτο ἐς τὴν Ῥώμην ἀγαγόντος, οὐ χαλεπῶς ᾑρέθησαν.
32.1 παραλαβόντες δʼ d' added by Rk. οὕτω τὴν ἡγεμονίαν τὰς λοιπὰς ἀρχὰς τοῖς ἐπιτηδείως e)pithdei/ws R. Steph., e)pithdei/ois L. σφίσιν ἔχουσι δοθῆναι ἐποίησαν, τὸν Κάτωνα τὸν Μᾶρκον κωλύσαντες στρατηγὸν ἀποδειχθῆναι· ὑπώπτευόν τε γὰρ αὐτὸν οὐκ ἀνέξεσθαι τὰ γιγνόμενα, καὶ οὐκ ἠθέλησαν ἰσχὺν αὐτῷ ἔννομον πρὸς τὰς ἀντιλογίας

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme