Book 39
41.1
τῶν σκαφῶν ἡττήθησαν. ταῦτα μὲν γὰρ πρὸς τὸ κουφότερον ὑπὲρ u(pe\r Rk., u(po\ L. τοῦ ταχυναυτεῖν ἐς τὸν τῆς παρʼ ἡμῖν ναυτιλίας τρόπον ἐσκεύαστο, τὰ δὲ δὴ τῶν βαρβάρων, ἅτε ἐν τῇ συνεχείᾳ τῆς τοῦ ὠκεανοῦ παλιρροίας ἐπί τε τοῦ ξηροῦ πολλάκις ἵστασθαι καὶ πρὸς τὴν ἄνω τε καὶ κάτω αὐτοῦ διαρροὴν ἀντικαρτερεῖν ὀφείλοντα, πλεῖστόν σφων καὶ
41.2
τῷ μεγέθει καὶ τῇ παχύτητι προεῖχεν. proei=xen Bk., proei=xon L. διʼ οὖν ταῦθʼ οἱ βάρβαροι, οἷα μήπω πρότερον τοιούτου ναυτικοῦ πεπειραμένοι, πρός τε τὴν ὄψιν τῶν νεῶν καὶ τὸ ἔργον αὐτῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσαντο, καὶ εὐθὺς ναυλοχούσαις nauloxou/sais Rk., nauloxou=sai/ L. σφίσιν ἐπανήχθησαν ὡς καὶ διʼ ἐλαχίστου τοῖς κοντοῖς αὐτὰς καταποντώσοντες. ἐφέροντο δὲ ἀνέμῳ καὶ πολλῷ καὶ σφοδρῷ· καὶ γὰρ ἱστία δερμάτινα εἶχον, ὥστε πᾶσαν τὴν
42.1
τοῦ πνεύματος ἰσχὺν ἀπλήστως ἐσδέχεσθαι. ὁ οὖν Βροῦτος, τέως μὲν ἐκεῖνο e)kei=no Leuncl., e)kei=nos L. ἐπέσπερχεν, οὐδʼ ἀνταναχθῆναι αὐτοῖς διά τε τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν νεῶν τήν τε ἐκ τοῦ πνεύματος φορὰν καὶ τὴν ἐπιβολήν σφων ἐτόλμησεν, ἀλλὰ παρεσκευάζετο ὡς καὶ πρὸς τῇ γῇ τὰς προσβολὰς αὐτῶν ἀμυνούμενος καὶ τὰ σκάφη παντελῶς ἐκλείψων.
42.2
ἐπεὶ δʼ ὅ τε ἄνεμος ἐξαπιναίως ἔπεσε καὶ τὸ κῦμα ἐστορέσθη, τά τε πλοῖα οὐκέθʼ ὁμοίως ὑπὸ τῶν κωπῶν ἐκινεῖτο, ἀλλʼ ἅτε a)ll' a(/te R. Steph., allate L. καὶ καταβαρῆ ὄντα κατὰ χώραν τρόπον τινὰ εἱστήκει, τότε δὴ θαρσήσας ἀντανήχθη, καὶ προσπεσὼν αὐτοῖς πολλά σφας καὶ δεινὰ ἀδεῶς καὶ περιπλέων καὶ
42.3
διεκπλέων, diekple/wn v. Hers., diaple/wn L. καὶ τοτὲ μὲν ἐμβάλλων τινὶ τοτὲ δὲ ἀνακρουόμενος, ὅπῃ τε καὶ ἐφʼ ὅσον ἤθελεν, εἰργάσατο, πολλαῖς τε πρὸς μίαν καὶ ἑτέρωθι ἴσαις πρὸς ἴσας, pro\s i)/sas supplied by Rk. ἔστι δʼ ᾗ καὶ ἐλάσσοσι πρὸς πλείονας
42.4
ἀσφαλῶς προσφερόμενος. ὅπου μὲν γὰρ κρείοττων αὐτῶν ἐν τῇ προσηρτᾶτό e)n th=| proshrta=to/ Rk., e)n th= prosh/rato/ L. σφισι, καὶ τὰς μὲν κατέδυεν ἀναρρηγνύς, ἐς δὲ τὰς πολλαχόθεν μετεκβαίνων ἔς τε χεῖρας τοῖς ἐπιβάταις ᾔει καὶ πολλοὺς ἐφόνευεν· εἰ δὲ καὶ καθʼ ὁτιοῦν ἐλαττοῖτο, ῥᾷστα ἀνεχώρει, ὥστε ἐπʼ αὐτῷ τὴν πλεονεξίαν