Book 39
43.1
ἀεὶ εἶναι. οἱ γὰρ βάρβαροι μήτε τοξείᾳ χρώμενοι, μήτε λίθους, li/qous R. Steph., li/qois L. ὡς οὐδὲν αὐτῶν δεησόμενοι, προπαρασκευάσαντες, εἰ μέν τίς σφισιν ὁμόσε ἐχώρησε, τρόπον τινὰ ἀπεμάχοντο, τοὺς δʼ ὀλίγον σφῶν ἀφεστηκότας οὐκ εἶχον ὅ τι ποιήσωσιν.
43.2
αὐτοί τε οὖν ἐτιτρώσκοντο καὶ ἀπέθνησκον καὶ οἱ μηδὲ ἀμύνασθαί τινα δυνάμενοι, καὶ τὰ σκάφη τὰ μὲν ἀνερρήγνυτο a)nerrh/gnuto, katepi/mprato, ei(/lketo St., a)nerrh/gnunto, katepi/mpranto, ei(/lkonto L. ἐμβαλλόμενα τὰ δὲ κατεπίμπρατο a)nerrh/gnuto, katepi/mprato, ei(/lketo St., a)nerrh/gnunto, katepi/mpranto, ei(/lkonto L. ὑφαπτόμενα· ἄλλα ἀναδούμενα a)nadou/mena Rk., a)nadu/omena L. ὥσπερ
43.3
κενὰ ἀνδρῶν εἵλκετο. a)nerrh/gnuto, katepi/mprato, ei(/lketo St., a)nerrh/gnunto, katepi/mpranto, ei(/lkonto L. ὁρῶντες δὲ ταῦθʼ οἱ λοιποὶ ἐπιβάται οἱ μὲν ἀπεκτίννυσάν σφας, μὴ καὶ ζῶντες ἁλῶσιν, οἱ δὲ ἐς τὴν θάλασσαν ἐξεπήδων, ὡς καὶ δι’ ἐκείνης ἤτοι τῶν πολεμίων νεῶν ἐπιβησόμενοι ἢ πάντως γε οὐχ ou)x added by Bk. ὑπὸ τῶν Ῥωμαίων ἀπολούμενοι.
43.4
προθυμίᾳ μὲν γὰρ καὶ τόλμῃ οὐδὲν αὐτῶν διέφερον, τῷ δὲ δὴ σταδίῳ τῶν σκαφῶν προδιδόμενοι δεινῶς ἤσχαλλον. ὅπως γὰρ δὴ μηδʼ αὖθίς ποτε πνεῦμα τι ταῖς ναυσὶν ἐπιγενόμενον κινήσειεν αὐτάς, δορυδρέπανα πόρρωθέν σφισιν οἱ Ῥωμαῖοι ἐπέφερον, καὶ τά τε σχοινία αὐτῶν διέτεμνον καὶ τὰ ἱστία
43.5
διέσχιζον. πεζομαχεῖν δὲ τρόπον τινὰ ἐν πλοίοις πρὸς ναυμαχοῦντας ἀναγκαζόμενοι πάμπολλοι μὲν αὐτοῦ ταύτῃ ἐφθάρησαν, πάντες δὲ οἱ περιλιπεῖς ἑάλωσαν· καὶ αὐτῶν τοὺς λογιμωτάτους ὁ Καῖσαρ ἀποσφάξας τοὺς ἄλλους ἐπώλησε.
44.1
καὶ μετὰ τοῦτο ἐπί τε Μωρίνους καὶ ἐπὶ Μεναπίους ὁμόρους σφίσιν ὄντας ἐστράτευσε, προσκαταπλήξειν τε αὐτοὺς ἐκ τῶν προκατειργασμένων καὶ ῥᾳδίως αἱρήσειν ἐλπίσας. οὐ μέντοι καὶ ἐχειρώσατό