Book 39
45.6
κατὰ τοῦ πρανοῦς ἅπαντας, κἀνταῦθα αὐτοὺς ἐν τῇ ἀναστροφῇ περί τε ἀλλήλοις καὶ περὶ τοῖς ξύλοις cu/lois Rk., culi/nois L. σφαλλομένους κατέκοψεν οὕτως ὥστε
45.7
μηδένα αὐτῶν μηδὲ τῶν ἄλλων ἔτʼ ἀντᾶραι. ἄπληστοι γὰρ ἀλογίστως οἱ Γαλάται ἐς πάνθʼ ὁμοίως ὄντες οὔτε τὸ θαρσοῦν σφων οὔτε τὸ δεδιὸς μετριάζουσιν, ἀλλὰ ἔκ τε τούτου tou/tou Rk., tou= L. πρὸς δειλίαν ἀνέλ- πιστον καὶ ἐξ ἐκείνου πρὸς θάρσος προπετὲς ἐκπίπτουσιν.
46.1
ὑπὸ δὲ δὴ τὰς αὐτὰς ἡμέρας καὶ ὁ Κράσσος ὁ Πούπλιος, τοῦ Κράσσου τοῦ Μάρκου παῖς, τὴν Ἀκυϊτανίαν ὀλίγου πᾶσαν κατεστρέψατο· Γαλάται γὰρ καὶ αὐτοὶ ὄντες τῇ τε Κελτικῇ *keltikh=| R. Steph., beltikh=i L. προσοικοῦσι καὶ παρʼ αὐτὸ τὸ Πυρηναῖον ἐς τὸν ὠκεανὸν
46.2
καθήκουσιν. ἐπʼ οὖν τούτους ὁ Κράσσος στρατεύσας Σωτιάτας *swtia/tas Fabr., a)pia/tas L. τε μάχῃ ἐκράτησε καὶ πολιορκίᾳ εἷλεν, ὀλίγους μὲν ἐν ὁμολογίᾳ τινὶ ἐξ ἀπάτης e)c a)pa/ths Xyl., e)capa/shs L. ἀποβαλών, ἰσχυρῶς δέ σφας καὶ περὶ
46.3
αὐτοῦ τούτου ἀμυνάμενος· a)muna/menos Bk., a)muno/menos L. καὶ ἑτέρους τινὰς ἰδὼν ἠθροισμένους τε καὶ στρατιώτας ἐκ τῆς Ἰβηρίας Σερτωριείους *sertwriei/ous Xyl., sertwri/ous L. ἔχοντας, καὶ μετʼ αὐτῶν στρατηγικώτερον ἢ προπετέστερον τῷ πολέμῳ χρωμένους, ὡς καὶ τῇ ἀπορίᾳ τῶν τροφῶν διʼ ὀλίγου σφῶν ἐκ τῆς γῆς ἐκχωρησόντων, προσεποιήσατό τε αὐτοὺς δεδιέναι, καὶ καταφρονηθεὶς οὐχ ὑπηγάγετο μὲν οὐδʼ ὣς ἐς χεῖράς οἱ ἐλθεῖν, ἀδεῶς δʼ ἐς ὕστερον ἔχουσί σφισι προσέβαλεν ἐξαίφνης ἀνέλπιστος.
46.4
καὶ ταύτῃ μὲν ᾗ προσέμιξεν οὐδὲν εἰργάσατο (ἐπεκδραμόντες γὰρ οἱ βάρβαροι ἰσχυρῶς ἠμύνοντὀ, ἐνταῦθα δὲ δὴ τῆς δυνάμεως αὐτοῖς οὔσης περιέπεμψέ τινας ἐς τὰ ἐπὶ θάτερα τοῦ στρατοπέδου σφῶν, καὶ τοῦτό τε ἔρημον ἀνδρῶν κατέσχεν, kate/sxen Bk., kate/sxon L. καὶ τοῖς μαχομένοις διʼ αὐτοῦ κατὰ νώτου ἐπεγένετο. καὶ οὕτως ἐκεῖνοί τε πάντες ἐφθάρησαν, καὶ οἱ λοιποὶ πλὴν ὀλίγων ἀκονιτὶ ὡμολόγησαν.