Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 39

48.4 ταύτῃ καὶ ἐκεῖνον διαβαίη. αὐτός τε γὰρ ὃ μηδείς πω πρότερον τῶν ὁμοίων οἱ ἐπεποιήκει, δεινῶς πρᾶξαι ἐγλίχετο, καὶ τοὺς Κελτοὺς πόρρωθεν ἐκ τῆς Γαλατίας ἀνείρξειν, ἅτε καὶ ἐς τὴν οἰκείαν αὐτῶν ἐσβαλών, e)sbalw/n Leuncl., e)sbalei=n L. προσεδόκησεν. ὡς οὖν οὔτε οἱ ἱππῆς ἐξεδίδοντο, καὶ οἱ Οὔβιοι oi( *ou)/bioi Leuncl., e)ou/bioi L. ὅμοροί τε τοῖς Συγάμβροις οἰκοῦντες καὶ διάφοροι αὐτοῖς ὄντες ἐπεκαλέσαντο αὐτόν, διέβη μὲν τὸν ποταμὸν
48.5 γεφυρώσας, εὑρὼν δὲ τούς τε Συγάμβρους ἐς τὰ ἐρυμνὰ ἀνακεκομισμένους καὶ τοὺς Σουήβους συστρεφομένους ὡς καὶ βοηθήσοντάς σφισιν ἀνεχώρησεν ἐντὸς ἡμερῶν εἴκοσιν.
49.1 ὁ δὲ δὴ Ῥῆνος ἀναδίδωσι μὲν ἐκ τῶν Ἄλπεων τῶν Κελτικῶν, *keltikw=n Xyl., keltibh/rwn L. ὀλίγον ἔξω τῆς Ῥαιτίας, προχωρῶν δὲ ἐπὶ δυσμῶν ἐν ἀριστερᾷ μὲν τήν τε Γαλατίαν καὶ τοὺς ἐποικοῦντας αὐτήν, ἐν δεξιᾷ δὲ τοὺς Κελτοὺς ἀποτέμνεται, καὶ τελευτῶν ἐς τὸν ὠκεανὸν
49.2 ἐμβάλλει. οὗτος γὰρ ὁ ὅρος, ἀφʼ οὗ γε ge H. Steph., te L. καὶ ἐς τὸ διάφορον τῶν ἐπικλήσεων ἀφίκοντο, a)fi/konto H. Steph., a)fi/kontai L. δεῦρο ἀεὶ νομίζεται, ἐπεὶ e)pei\ R. Steph., e)pi\ L. τὸ γε πάνυ ἀρχαῖον Κελτοὶ ἑκάτεροι οἱ ἐπʼ ἀμφότερα τοῦ ποταμοῦ οἰκοῦντες ὠνομάζοντο.
50.1 ὁ οὖν Καῖσαρ τόν τε Ῥῆνον πρῶτος τότε Ῥωμαίων διέβη, καὶ ἐς Βρεττανίαν μετὰ ταῦτα, τοῦ τε Πομπηίου καὶ τοῦ Κράσσου ὑπατευόντων,
50.2 ἐπεραιώθη. ἡ δὲ δὴ χώρα αὕτη ἀπέχει a)pe/xei Xyl. (and Xiph.), e)/xei L. μὲν τῆς ἠπείρου τῆς Βελγικῆς *belgikh=s Leuncl., beltikh=s L. κατὰ Μωρίνους σταδίους πεντήκοντα καὶ τετρακοσίους τὸ συντομώτατον, παρήκει δὲ παρά τε τὴν λοιπὴν Γαλατίαν καὶ παρὰ τὴν Ἰβηρίαν ὀλίγου πᾶσαν, ἐς τὸ e)s to\ Xyl., e)/s te to\ L. πέλαγος
50.3 ἀνατείνουσα. καὶ τοῖς μὲν πάνυ πρώτοις καὶ Ἑλλήνων καὶ Ῥωμαίων οὐδʼ ὅτι ἔστιν ἐγιγνώσκετο, τοῖς δὲ ἔπειτα ἐς ἀμφισβήτησιν εἴτε ἤπειρος εἴτε καὶ νῆσος εἴη ἀφίκετο· καὶ πολλοῖς ἐφʼ ἑκάτερον, εἰδόσι μὲν οὐδὲν ἅτε μήτʼ αὐτόπταις μήτʼ αὐτηκόοις τῶν ἐπιχωρίων γενομένοις, τεκμαιρομένοις δὲ ὡς ἕκαστοι e(/kastoi R. Steph., e(ka/stois L. σχολῆς ἢ καὶ φιλολογίας εἶχον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme