Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 39

56.5 ταῦτα, τόσῳ πλείονος αὐτὰ ἀπημπόλησε. καταλιπὼν οὖν ἐν τῇ Συρίᾳ Σισένναν τε τὸν υἱὸν κομιδῇ νέον ὄντα καὶ στρατιώτας μετʼ αὐτοῦ πάνυ ὀλίγους, τὴν μὲν ἀρχὴν ἐφʼ ἧς ἐτέτακτο τοῖς λῃσταῖς
56.6 ἔτι καὶ μᾶλλον ἐξέδωκεν, αὐτὸς δὲ ἐς τὴν Παλαιστίνην ἐλθὼν τόν τε Ἀριστόβουλον (διαδρὰς γὰρ ἐκ τῆς Ῥώμης ὑπετάραττέ τἰ συνέλαβε καὶ τῷ Πομπηίῳ ἔπεμψε, καὶ φόρον τοῖς Ἰουδαίοις ἐπέταξε, καὶ μετὰ τοῦτο καὶ ἐς τὴν Αἴγυπτον ἐνέβαλε.
57.1 ἦρχε δὲ τότε τῶν Αἰγυπτίων ἡ Βερενίκη, καὶ ἐπιεικὲς μὲν οὐδὲν πρὸς τὸν. καίτοι φοβουμένη τοὺς Ῥωμαίους, ἔπραξε, Σέλευκον δέ τινα, ὡς καὶ ἐκ τοῦ βασιλείου γένους τοῦ ποτε ἐν τῇ Συρίᾳ ἀνθήσαντος ὄντα, μεταπέμψασα ἄνδρα τε ἐπεγράψατο καὶ κοινωνὸν τῆς τε βασιλείας καὶ
57.2 τοῦ πολέμου ἐποιήσατο. ὡς δὲ ἐκεῖνος ἐν οὐδενὸς μοίρᾳ ὢν ἑωρᾶτο, τοῦτον μὲν ἀπέκτεινεν, Ἀρχέλαον δὲ τὸν τοῦ Ἀρχελάου τοῦ πρὸς τὸν Σύλλαν αὐτομολήσαντος, δραστήριόν τε ὄντα καὶ ἐν τῇ Συρίᾳ τὴν δίαιταν ἔχοντα, ἐπὶ τοῖς αὐτοῖς ἐπηγάγετο. e)phga/geto Rk., u(phga/geto L. ὁ γὰρ Γαβίνιος ἐδύνατο μὲν ἀρχόμενον τὸ δεινὸν παῦσαι (τὸν γὰρ Ἀρχέλαον προϋποτοπήσας συνέλαβε, καὶ ἔμελλεν ἐκ τούτου μηδὲν ἔτʼ
57.3 ἔργον ἕξεινʼ, φοβηθεὶς δὲ μὴ καὶ ἐλάττω διὰ τοῦτο παρὰ τοῦ Πτολεμαίου τῶν ὡμολογημένων οἱ χρημάτων, ὡς οὐδὲν ἀξιόλογον πεποιηκώς, λάβοι, καὶ ἐλπίσας ἔτι καὶ πλείω πρός τε τὴν δεινότητα καὶ πρὸς τὴν δόξαν τὴν τοῦ Ἀρχελάου χρηματιεῖσθαι, καὶ προσέτι καὶ ἄλλα παρʼ αὐτοῦ ἐκείνου συχνὰ λαβών, ἐθελοντὴς αὐτὸν ὡς καὶ διαδράντα
58.1 ἀφῆκε. καὶ οὕτως ou(/tws Fabr., ou(=tos L. ἐς e)s Reim., w(s L. μὲν τὸ Πηλούσιον ἀφίκετο μηδενὸς ἐναντιουμένου, προϊὼν δὲ ἐντεῦθεν δίχα διῃρημένῳ τῷ στρατῷ τοὺς Αἰγυπτίους ἀπαντήσαντάς οἱ τῇ αὐτῇ ἡμέρᾳ ἐνίκησε, καὶ μετὰ τοῦτʼ αὖθις ἔν τε τῷ ποταμῷ ναυσὶ κἀν τῇ γῇ ἐκράτησεν· οἱ γὰρ Ἀλεξανδρεῖς θρασύνασθαι μὲν πρὸς πάντα ἱκανώτατοι καὶ ἐκλαλῆσαι πᾶν ὅ τι ποτʼ ἂν ἐπέλθῃ σφίσι προπετέστατοι πεφύκασι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme