Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 39

11.2 ἐκομίσατο. τὴν γὰρ ἐσφορὰν τοῦ φρατριατικοῦ νόμου, παρʼ ἣν ἐκ τῶν εὐπατριδῶν ἐς τὸ πλῆθος ἐπεποίητο, διαβάλλων ὡς οὐκ ἐν τοῖς ὡρισμένοις ἐκ τῶν πατρίων χρόνοις ἐκτεθέντος αὐτοῦ, τήν τε δημαρχίαν τοῦ Κλωδίου πᾶσαν, ἐν ᾗ καὶ τὰ κατὰ τὴν οἰκίαν ἐδέδοκτο, κατέλυε, λέγων οὐχ οἷόν τʼ εἶναι, τῆς μεταστάσεως αὐτοῦ τῆς ἐς τὸν ὅμιλον παρανόμως γεγενημένης, ὑγιές
11.3 τι τῶν ἐν αὐτῇ πραχθέντων νομίζεσθαι, καὶ ἔπεισε διὰ τούτου τοὺς ποντίφικας τὸ ἔδαφός οἱ ὡς καὶ ὅσιον καὶ βέβηλον ὂν ἀποδοῦναι. καὶ οὕτω καὶ ἐκεῖνο καὶ χρήματα ἔς τε τὴν τῆς οἰκίας κατασκευήν, καὶ εἰ δή τι ἄλλο τῆς οὐσίας αὐτοῦ ἐλελύμαντο, ἔλαβε.
12.1 μετὰ δὲ δὴ τοῦτο tou=to supplied by Reim. Πτολεμαίου τοῦ βασιλέως ἕνεκα αὖθις ἐκινήθησαν. ἐπειδὴ γὰρ πολλά τισι τῶν Ῥωμαίων χρήματα, τὰ μὲν οἴκοθεν τὰ δὲ καὶ δανεισάμενος, ὅπως τήν τε ἀρχὴν βεβαιώσηται καὶ φίλος καὶ σύμμαχος ὀνομασθῇ, καταναλώκει, καὶ αὐτὰ παρὰ τῶν Αἰγυπτίων βιαίως ἠργυρολόγει,
12.2 καὶ διά τε τοῦτο ἐχαλεπαίνετο καὶ ὅτι τὴν Κύπρον ἀπαιτῆσαι παρὰ τῶν Ῥωμαίων ἢ καὶ τὴν φιλίαν τὴν πρὸς αὐτοὺς ἀπειπεῖν κελευόντων αὐτῶν οὐκ ἠθέλησε, καὶ οὔτε πεῖσαί σφας ἡσυχάζειν οὔτʼ αὖ βιάσασθαι (ξενικὸν γὰρ οὐκ
12.3 εἶχενʼ ἠδυνήθη, διέδρα τε ἐκ τῆς Αἰγύπτου, καὶ ἐς τὴν Ῥώμην ἐλθὼν κατηγόρησέ τε αὐτῶν ὡς καὶ ἐκ τῆς βασιλείας αὐτὸν ἐκβεβληκότων, καὶ ἔτυχεν ὥστε ὑπὸ τοῦ Σπινθῆρος, ᾧ ἡ Κιλικία
13.1 ἐπετέτραπτο, καταχθῆναι. The reading of L is : e)/tuxen w(/ste w(/ste u(pa/tou spinqh=ros w(=i h( kili/a e)petra/peto kataxqh=nai. w(/ste (once only' and *kiliki/a are correctly given in the later Mss. u(po\ tou= for u(pa/tou is due to Reim., e)pete/trapto to St. Perhaps some sords have fallen out after e)/tuxen. ἐν ᾧ δὲ ταῦτα ἐγένετο, e)ge/neto supplied by Reim. οἱ Ἀλεξανδρεῖς τέως μὲν ἀγνοήσαντες ὅτι ἐς τὴν Ἰταλίαν ἀπηρκὼς a)phrkw\s Leuncl., a)phirhkw\s L. ἦν, ἢ τεθνηκέναι αὐτὸν νομίσαντες, Βερενίκην τὴν θυγατέρα αὐτοῦ ἐς τὴν βασιλείαν ἀντικατέστησαν, ἔπειτα δὲ τἀληθὲς μαθόντες ἄνδρας ἑκατὸν ἐς τὴν Ῥώμην ἔπεμψαν πρός τε τὰ ἐγκλήματα αὐτοῦ ἀπολογησομένους καὶ ἀντικατηγορήσοντας ὅσα ἠδίκηντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme