Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 39

13.2 προμαθὼν οὖν ταῦτʼ ἐκεῖνος (ἔτι δὲ ἐν τῇ Ῥώμῃ ἦνʼ ἐνήδρευσε τοὺς πρέσβεις, πρὶν ἐλθεῖν, ἄλλους ἄλλῃ διαπέμψας, καὶ τοὺς μὲν πλείους αὐτῶν κατὰ τὴν ὁδὸν ἔφθειρε, τῶν δὲ δὴ λοιπῶν τοὺς μὲν me\n St., me\n au)tw=n L. ἐν τῷ ἄστει αὐτῷ ἀπέκτεινε, τοὺς δὲ καὶ καταφοβήσας ἐκ τούτων ἢ χρήμασι διαφθείρας ἔπεισε μήτε ταῖς ἀρχαῖς ὑπὲρ ὧν ἐστάλατο e)sta/lato St., e)sta/lanto L. ἐντυχεῖν μήθʼ ὅλως μνείαν τινὰ περὶ
14.1 τῶν ἀπολωλότων ποιήσασθαι. καίτοι τὸ πρᾶγμα οὕτω περιβόητον ἐγένετο ὥστε καὶ τὴν βουλὴν ἀγανακτῆσαι δεινῶς, ἐνάγοντός σφας ὅτι μάλιστα Φαουωνίου τοῦ Μάρκου καθʼ ἑκάτερον, e(ka/teron Reim., e(/teron L. ὅτι τε πολλοὶ παρὰ τῶν συμμάχων πρέσβεις πεμφθέντες βιαίως ἀπωλώλεσαν, καὶ ὅτι συχνοὶ καὶ
14.2 τότε τῶν Ῥωμαίων ἐδεδωροδοκήκεσαν. καὶ οἱ μὲν τὸν Δίωνα τὸν τῆς πρεσβείας αὐτοκράτορα (περιῆν γάρʼ μετεπέμψαντο ὡς καὶ τὴν ἀλήθειαν παρʼ αὐτοῦ μαθησόμενοι· οὕτω δὲ ἄρα καὶ τότε ἔθʼ ὁ Πτολεμαῖος τοῖς χρήμασι κατεκράτει ὥστε μήτε τὸν Δίωνα ἐς τὸ συνέδριον ἐσελθεῖν μήτε μνήμην τινὰ τοῦ φόνου τῶν τεθνηκότων, ἕως γε
14.3 καὶ αὐτὸς παρῆν, γενέσθαι. καὶ μέντοι τοῦ Δίωνος μετὰ ταῦτα δολοφονηθέντος οὐδεμίαν οὐδʼ ἐπʼ ἐκείνῳ δίκην ἔδωκε· e)/dwke Pflugk, de/dwke L. τά τε γὰρ ἄλλα καὶ ὁ Πομπήιος τῇ τε οἰκίᾳ αὐτὸν ὑπεδέδεκτο καὶ
14.4 ἰσχυρῶς οἱ συνῄρετο. oi( sunh/|reto, Bk., sunh/|reto Xyl., h)i/reto L. τῶν γε μὴν ἄλλων τῶν αὐτόθεν ἐνεκλήθησαν μὲν ἐν ὑστέρῳ συχνοί, ἑάλωσαν δὲ ὀλίγοι· τό τε γὰρ δεδωροδοκηκὸς πολὺ ἦν, καὶ ἀλλήλοις διὰ τὸ ἴδιον ἕκαστος δέος συνεμάχουν.
15.1 οἱ μὲν οὖν ἄνθρωποι τοιαῦτα ὑπὸ τῶν χρημάτων ἐποίουν, τὸ δὲ δὴ θεῖον κεραυνῷ κατʼ ἀρχὰς εὐθὺς τοῦ ἐχομένου ἔτους τὸ ἄγαλμα τοῦ Διὸς τοῦ ἐν τῷ Ἀλβανῷ *)albanw=| R. Steph., labanw=i L. ἱδρυμένου βαλὸν τὴν κάθοδον τοῦ Πτολεμαίου χρόνον τινὰ ἐπέσχε.
15.2 τοῖς γὰρ Σιβυλλείοις ἔπεσιν ἐντυχόντες εὗρον ἐν αὐτοῖς ἐγγεγραμμένον αὐτὸ τοῦτο “ἂν ὁ τῆς Αἰγύπτου βασιλεὺς βοηθείας τινὸς δεόμενος ἔλθῃ, τὴν μὲν φιλίαν οἱ μὴ ἀπαρνήσασθαι, μὴ μέντοι καὶ πλήθει τινὶ ἐπικουρήσητε· εἰ δὲ μή, καὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme