Book 40
18.4
ὁ δὲ δὴ Κράσσος καὶ τἆλλα τὰ ἰσομήκη οἱ συντεμών, ὅπως βραχύτερα καὶ ἐκ τούτου καὶ βεβαιότερα φέρειν εἴη, προσεπηύξησε τὰ τέρατα. καὶ γὰρ ὁμίχλη ἐν αὐτῇ τῇ τοῦ ποταμοῦ διαβάσει τοσαύτη τοῖς στρατιώταις περιεχύθη ὥστε περί τε ἀλλήλοις αὐτοὺς σφαλῆναι καὶ μηδὲν τῆς
18.5
πολεμίας, πρὶν ἐπιβῆναι αὐτῆς, ἰδεῖν· καὶ τὰ διαβατήρια τά τε ἀπόβαθρά σφισι δυσχερέστατα ἐγένετο. κἀν τούτῳ ἄνεμός τε πολὺς ἐπέπεσε καὶ κεραυνοὶ κατέσκηψαν, ἥ τε γέφυρα, πρὶν πάντας αὐτοὺς διελθεῖν, διελύθη. καὶ ἦν γὰρ τὰ γιγνόμενα οἷα oi(=a Oddey, oi( L. πάντα τινὰ καὶ τῶν πάνυ ἀγνωμόνων τε καὶ ἀσυνέτων ἐκδιδάξαι ὅτι κακῶς ἀπαλλάξουσι καὶ οὐκ ἀνακομισθήσονται, φόβος καὶ κατήφεια ἐν τῷ
19.1
στρατοπέδῳ ἐγένετο δεινή. ὁ οὖν Κράσσος παραμυθούμενος αὐτούς εἶπεν ὅτι “μὴ καταπλήττεσθε, ἄνδρες στρατιῶται, εἰ ἡ γέφυρα διέφθαρται, μηδὲ οἴεσθε ἐκ τούτου χαλεπόν τι ἐπισημαίνεσθαι·
19.2
ἐγὼ γὰρ ὑμῖν αὐτὸς ἐπομνὺς λέγω ὅτι διʼ Ἀρμενίας τὴν ἐπάνοδον ποιήσασθαι ἔγνωκα.” ἐκ μὲν δὴ οὖν τούτου ἐθάρσυνε, νῦν δὲ προσεπειπών τινα ἔφη, μέγα ἀναβοήσας, “θαρσεῖτε· οὐδεὶς γὰρ ἡμῶν
19.3
ἐντεῦθεν ἐπανήξει.” ἀκούσαντες γὰρ τοῦθʼ οἱ στρατιῶται οἰωνόν τέ σφισιν οὐδενὸς τῶν ἄλλων ἥττω γεγονέναι ἐνόμισαν καὶ ἐς ἀθυμίαν πλείω κατέπεσον, ὥστε μηδὲν ἔτι μηδὲ τῶν λοιπῶν αὐτοῦ παραινέσεων φροντίσαι, διʼ ὧν τόν τε βάρβαρον ἐφαύλιζε καὶ τὰ τῶν Ῥωμαίων ἐνεκωμίαζε, χρήματά
19.4
τε αὐτοῖς ἐδίδου καὶ γέρα ἐπηγγέλλετο. ἀλλὰ καὶ ὣς εἵποντο, καὶ οὔτε ἀντεῖπέν οἱ οὐδεὶς οὔτʼ ἀντέπραξε, τάχα μὲν καὶ ὑπὸ τοῦ νόμου, ἤδη δὲ καὶ ἐκπεπληγμένοι καὶ μήτε τι βουλεῦσαι μήτε πρᾶξαι σωτήριον δυνάμενοι. πάντα γοῦν καὶ τὰ ἄλλα, καθάπερ ὑπὸ δαιμονίου τινὸς κατακεκριμένοι, καὶ ταῖς γνώμαις καὶ τοῖς σώμασιν ἐσφάλλοντο.
20.1
μέγιστον δὲ ὅμως αὐτοὺς ὁ Ἄβγαρος *)/abgaros Bs., *au)/garos L (here and in following chapters'. ὁ Ὀρροηνὸς ἐλυμήνατο· ἔνσπονδος γὰρ τοῖς Ῥωμαίοις ἐπὶ τοῦ Πομπηίου γενόμενος ἀνθείλετο τὰ τοῦ βαρβάρου. καὶ τοῦτο μὲν καὶ ὁ Ἀλχαυδόνιος ὁ Ἀράβιος ἐποίησε· πρὸς γὰρ τὸ ἰσχυρὸν ἀεὶ μεθίστατο.