Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 40

43.1 ἐφόνευσαν. ἐκ δὲ τούτου τῶν μὲν ἄλλων τινὲς ὡμολόγησαν, ὁ δὲ Ἀτρέβας διαφυγὼν οὐδʼ ὣς ἡσύχασεν, ἀλλὰ καὶ τὸν Λαβιῆνον ἐπεχείρησεν
43.2 ἐνεδρεῦσαί ποτε. ἡττηθεὶς δὲ τῇ μάχῃ ἀνεπείσθη μὲν ἐς λόγους αὐτῷ ἐλθεῖν, πρὶν δὲ ἢ ὁτιοῦν συμβῆναι τρωθεὶς ὑπό τινος τῶν Ῥωμαίων ἀπιστίᾳ τοῦ μὴ ἂν ἀκριβῶς εἰρηνῆσαι διέφυγε, καὶ χαλεπὸς αὖθις αὐτοῖς ἐγένετο, μέχρις οὗ ἀπογνοὺς τὰ πράγματα τοῖς μὲν ἄλλοις τοῖς συνοῦσίν οἱ ἀκέραιον τὴν ἄδειαν ἐπὶ πᾶσι τοῖς σφετέροις ἔπραξεν, αὐτὸς au)to\s R. Steph., au)tou\s L. δὲ ἑαυτῷ τὸ μηδέποτε, ὥς γέ τινές φασιν, fasin added by Bs.
43.3 ἐς ὄψιν μηδενὸς Ῥωμαίου ἐλθεῖν. ἐκεῖνοί τε οὖν οὕτω κατελύσαντο, καὶ οἱ λοιποὶ μετὰ τοῦτο, οἱ μὲν ἑκούσιοι οἱ δὲ καὶ καταπολεμηθέντες, ἐχειρώθησαν, καὶ αὐτοὺς ὁ Καῖσαρ καὶ φρουραῖς καὶ δικαιώσεσι χρημάτων τε ἐσπράξεσι καὶ φόρων ἐπιτάξεσι τοὺς μὲν ἐταπείνωσε τοὺς δὲ ἡμέρωσε.
44.1 ταῦτα μὲν οὕτως ἐπί τε Λουκίου Παύλου καὶ ἐπὶ Γαΐου Μαρκέλλου ὑπάτων ἐτελευτήθη, ὁ δὲ δὴ Καῖσαρ τῶν μὲν Γαλατῶν ἕνεκα καὶ τοῦ χρόνου τοῦ πρὸς τὴν ἡγεμονίαν αὐτοῦ δοθέντος ἔκ τε τῆς Γαλατίας ἀπαλλαγῆναι καὶ ἐς τὴν Ῥώμην ἐπανακομισθῆναι ὤφειλεν· ἐκεῖνός e)kei=no/s Leuncl., ei)ko/s L. τε γὰρ ἐπʼ ἐξόδῳ ἦν καὶ ὁ πόλεμος ἐπέπαυτο, καὶ οὐδεμίαν ἔτʼ εὐπρεπῆ σκῆψιν πρὸς τὸ μὴ οὐ τά τε στρατόπεδα ἀφεῖναι καὶ ἰδιωτεῦσαι εἶχεν·
44.2 ἐπεὶ δὲ τά τε ἐν τῷ ἄστει ἐστασιάζετο, καὶ ὁ Κράσσος ἐτεθνήκει, ὅ τε Πομπήιος ἔν τε δυνάμει αὖθις, ἅτε τρίτον ὑπατευκὼς καὶ τὴν ἐν τῇ Ἰβηρίᾳ ἀρχὴν ἐπὶ πέντε ἄλλα ἔτη δοθῆναί οἱ διαπεπραγμένος, ἐγένετο, καὶ αὐτῷ οὐκέτʼ οἰκείως,
44.3 ἄλλως τε καὶ τοῦ παιδίου, ὅπερ που καὶ μόνον ἐν τῇ φιλίᾳ αὐτοὺς au)tou\s R. Steph., au)tou= L. κατεῖχε, τετελευτηκότος, διέκειτο, die/keito supplied by Rk. ἐφοβήθη μὴ τῶν στρατιωτῶν ψιλωθεὶς ἐπί τε ἐκείνῳ καὶ ἐπὶ τοῖς ἄλλοις ἐχθροῖς γένηται, καὶ οὐ διῆκεν αὐτούς.
45.1 ἐν γὰρ δὴ τοῖς αὐτοῖς τούτοις ἔτεσιν ἄλλα τε ἐν τῇ πόλει στασιώδη πολλὰ κἀν ταῖς ἀρχαιρεσίαις μάλιστα ἐγένετο, ὥστε μόλις ἑβδόμῳ μηνὶ τόν τε Καλουῖνον καὶ τὸν Μεσσάλαν ὑπάτους ἀποδειχθῆναι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme