Book 40
45.2
καὶ οὐδʼ ἂν τότε ᾑρέθησαν, εἰ μὴ Κύιντός τε Πομπήιος ὁ Ῥοῦφος ἐς τὸ δεσμωτήριον ὑπὸ τῆς βουλῆς, καίτοι τοῦ τε Σύλλου θυγατριδοῦς ὢν καὶ δημαρχῶν, ἐνεβλήθη, καὶ τοῦτο καὶ τοῖς ἄλλοις τοῖς κακουργῆσαί τι ἐθελήσασιν ἐψηφίσθη, τῷ τε Πομπηίῳ ἡ πρὸς αὐτοὺς βοήθεια ἐνεχειρίσθη.
45.3
ἔστι μὲν γὰρ ὅτε καὶ οἱ ὄρνιθες τὰς ἀρχαιρεσίας ἐπέσχον, οὐ βουλόμενοι τοῖς μεσοβασιλεῦσι γενέσθαι· μάλιστα δὲ οἱ δήμαρχοι, τὰ πράγματα τὰ ἐν τῇ πόλει διέποντες ὥστε καὶ τὰς πανηγύρεις καὶ ἀντὶ τῶν στρατηγῶν ποιεῖν, ἐκώλυον τὰς λοιπὰς ἀρχὰς αἱρεθῆναι. καὶ διὰ τοῦτο καὶ
45.4
ὁ Ῥοῦφος ἐς τὸ οἴκημα ἐσέπεσε. καὶ οὗτος μὲν τὸν Φαουώνιον ἀγορανομοῦντα ἐς αὐτὸ ὕστερον ἀπό τινος οὐ μεγάλης αἰτίας, ἵνα δὴ κοινωνὸν τῆς ἀτιμίας λάβῃ, κατέθετο· πάντες δὲ οἱ δήμαρχοι ἄλλας τε σκήψεις ἐμποδίους ἐσέφερον, καὶ χιλιάρχους ἀντὶ τῶν ὑπάτων, ὅπως πλείους ἄρχοντες ὥσπερ ποτὲ ἀποδεικνύωνται, καθίστασθαι kaqi/stasqai Bs., kaqi/stai L.
45.5
ἐσηγοῦντο. ἐπειδή τʼ οὐδεὶς αὐτῶν ἐπείσθη, δικτάτορα γοῦν τὸν Πομπήιον λεχθῆναι δεῖν ἔφασκον. καὶ ἐπὶ πλεῖστον ἐπὶ τῇ προφάσει ταύτῃ διέτριψαν· ἐκεῖνός τε γὰρ ἀπεδήμει, καὶ ἐκ τῶν παρόντων οὔτε ψηφίσασθαί τις αὐτό (πρὸς γὰρ τὴν τοῦ Σύλλου ὠμότητα ἐμίσουν πάντες τὸ πολίτευμἀ οὔτʼ αὖ μὴ ἑλέσθαι διὰ
46.1
τὸν τοῦ Πομπηίου φόβον ὑπέμεινε. τέλος δὲ ὀψέ ποτε αὐτὸς ἐλθὼν τὴν μὲν δικτατορίαν διδομένην οἱ δῆθεν οὐκ ἐδέξατο, τοὺς δὲ ὑπάτους ἀποδειχθῆναι παρεσκεύασεν. οὐ μέντοι οὐδὲ ἐκεῖνοι διαδόχους σφίσι διὰ τὸν ἐκ τῶν σφαγῶν sfagw=n v. Hers., sfage/wn L. τάραχον κατέστησαν, καίπερ καὶ τὴν βουλευτικὴν ἐσθῆτα καταθέμενοι κἀν τῇ ἱππάδι τὴν γερουσίαν ὥσπερ ἐπὶ μεγάλῳ τινὶ πένθει συνάγοντες.
46.2
δόγμα τε do/gma te R. Steph., do/gmata L. ἐποιήσαντο μηδένα μήτε στρατηγήσαντα μήθʼ ὑπατεύσαντα τὰς ἔξω ἡγεμονίας, πρὶν ἂν πέντε ἔτη διέλθῃ, λαμβάνειν, εἴ πως ὑπὸ τοῦ μὴ παραυτίκα ἐν δυνάμει τινὶ αὐτοὺς γίγνεσθαι παύσαιντο σπουδαρχοῦντες. οὔτε γὰρ ἐμετρίαζον