Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 40

48.3 ἀφεθήσεσθαι. ἀκούσαντες οὖν τοῦθʼ οἱ ἐν τῇ πόλει πρὸς ἑσπέραν δεινῶς ἐταράχθησαν· ταῖς τε γὰρ στάσεσιν ἀφορμὴ πολέμου καὶ κακῶν ἐγίγνετο, καὶ οἱ διὰ μέσου, εἰ καὶ ἐμίσουν τὸν Κλώδιον, ὅμως διά τε τὸ to\ R. Steph., to\n L. ἀνθρώπινον καὶ ὅτι καὶ τοῦ Μίλωνος στερηθῆναι ἐπὶ τῇ προφάσει ταύτῃ
49.1 ἤθελον, ἠγανάκτουν. παραλαβόντες δὲ αὐτοὺς οὕτως ἔχοντας ὅ τε Ῥοῦφος καὶ Τίτος Μουνάτιος Πλάγκος προσπαρώξυναν· δημαρχοῦντες γὰρ ἔς τε τὴν ἀγορὰν τὸν to\n added by Rk. νεκρὸν ὑπὸ τὴν ἕω ἐσεκόμισαν καὶ ἐπὶ τὸ βῆμα ἐπέθεσαν πᾶσί τε ἐπεδείκνυσαν,
49.2 καὶ ἐπέλεγον οἷα εἰκὸς ἦν ὀδυρόμενοι, ὥστε τὸν ὅμιλον καὶ ἐξ ὧν ἑώρων καὶ ἐξ ὧν ἤκουον συνταραχθῆναι, καὶ μήτε τοῦ ὁσίου mh/te tou= o(si/ou supplied by Bk. μήτε τοῦ θείου ἔτι φροντίσαι, ἀλλὰ πάντα μὲν τὰ περὶ τὰς ταφὰς νόμιμα συγχέαι, πᾶσαν δὲ ὀλίγου τὴν πόλιν καταπρῆσαι. τὸ γὰρ σῶμα τοῦ Κλωδίου ἀράμενοι ἔς τε τὸ βουλευτήριον ἐσήνεγκαν, καὶ εὐθέτησαν, καὶ μετὰ τοῦτο πυρὰν ἐκ τῶν βάθρων συννήσαντες sunnh/santes Polak, e)nh/santes L.
49.3 ἔκαυσαν καὶ ἐκεῖνο καὶ τὸ συνέδριον. οὕτω τε οὐχ ὁρμῇ τινι, οἵα που τοὺς ὄχλους ἐξαπιναία καταλαμβάνει, ἀλλὰ ἐκ προαιρέσεως αὐτὸ ἔπραξαν ὥστε καὶ τὴν ἐνάτην τὸ περίδειπνον ἐν αὐτῇ τῇ ἀγορᾷ, τυφομένου ἔτι τοῦ βουλευτηρίου, ποιῆσαι, καὶ προσέτι καὶ τὴν οἰκίαν τὴν τοῦ Μίλωνος
49.4 καταφλέξαι ἐπιχειρῆσαι. ἐκείνη μὲν οὖν πολλῶν αὐτῇ ἀμυνάντων οὐκ ἐκαύθη· ὁ δὲ δὴ Μίλων τέως μὲν περίφοβος ἐπὶ τῷ φόνῳ ὢν ἐκρύπτετο, οὐχ ὑπὸ ἰδιωτῶν μόνον ἀλλὰ καὶ ἱππέων βουλευτῶν τέ τινων φρουρούμενος· ἐπεὶ δὲ τοῦτό τε ἐγένετο καὶ τὴν ὀργὴν τῆς γερουσίας ἐς τὸ τῶν ἀντιστασιωτῶν
49.5 μίασμα περιχωρήσειν ἤλπισεν (εὐθὺς γοῦν τῆς δείλης ἐς τὸ Παλάτιον διʼ αὐτὸ τοῦτο συλλεγέντες τόν τε μεσοβασιλέα προχειρισθῆναι, καὶ τῆς φυλακῆς τῆς πόλεως καὶ ἐκεῖνον καὶ τοὺς δημάρχους καὶ προσέτι καὶ τὸν Πομπήιον ἐπιμεληθῆναι ὥστε μηδὲν ἀπʼ αὐτῆς ἀποτριβῆναι, ἐψηφίσαντὀ, προῄει τε ἐς τὸ to\ added by St. μέσον καὶ τῆς ἀρχῆς ὁμοίως ἢ καὶ μᾶλλον ἀντεποιεῖτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme