Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 40

53.2 δωροφορησάντων μόνος ἐκεῖνος κατεδικάσθη. ὅ τε γὰρ Σκιπίων ἐγράφη μὲν καὶ ὑπὸ δυοῖν γε, οὐκ ἐκρίθη δὲ διὰ τὸν Πομπήιον· καὶ ὁ Μίλων ἐπὶ μὲν τούτῳ tou/tw| St., tou/tou L. οὐκ ἐσήχθη (τὸ γὰρ τοῦ φόνου ἔγκλημα μεῖζον εἶχενʼ, ὑπαχθεὶς δὲ ἐπʼ ἐκείνῳ ἑάλω, μηδὲν δυνηθεὶς βίαιον δρᾶσαι. ὁ γὰρ Πομπήιος τήν τε ἄλλην πόλιν διὰ φυλακῆς ἐποιήσατο, καὶ
53.3 ἐς τὸ δικαστήριον σὺν ὁπλίταις ἐσῆλθε, θορυβησάντων τε ἐπὶ τούτῳ τινῶν προσέταξε τοῖς στρατιώταις ἐκδιῶξαι αὐτοὺς ἐκ τῆς ἀγορᾶς πλαγίοις καὶ πλατέσι τοῖς ξίφεσι παίοντας. ἐπειδή τε οὐχ ὑπεῖκον ἀλλὰ καὶ καθάπερ ἐν παιδιᾷ τινι πλαγιαζόμενοι ὕβριζον, καὶ ἐτρώθησάν τινες αὐτῶν καὶ ἀπέθανον.
54.1 τά τε οὖν δικαστήρια ἡσύχως ἐκ τούτων συνήγετο, καὶ ἐδικαιώθησαν ἐπί τε ἑτέροις τισὶ πολλοὶ καὶ ἐπὶ τῷ τοῦ Κλωδίου φόνῳ ἄλλοι τε καὶ ὁ Μίλων, καίτοι τὸν Κικέρωνα συναγωνιστὴν ἔχων.
54.2 ὁ γὰρ ῥήτωρ ἐκεῖνος τόν τε Πομπήιον καὶ τοὺς στρατιώτας ἐν τῷ δικαστηρίῳ παρὰ τὸ καθεστηκὸς ἰδὼν ἐξεπλάγη καὶ κατέδεισεν, ὥστε τῶν μὲν παρεσκευασμένων μηδὲν εἰπεῖν, βραχὺ δέ τι καὶ τεθνηκὸς χαλεπῶς φθεγξάμενος ἀγαπητῶς μεταστῆναι. τοῦτον γὰρ τὸν λόγον τὸν νῦν φερόμενον ὡς καὶ ὑπὲρ τοῦ Μίλωνος τότε λεχθέντα χρόνῳ ποθʼ ὕστερον καὶ κατὰ σχολὴν ἀναθαρσήσας ἔγραψε·
54.3 καὶ δὴ καὶ τοιόνδε τι περὶ αὐτοῦ παραδέδοται. ὁ Μίλων τῷ λόγῳ πεμφθέντι οἱ ὑπʼ αὐτοῦ ἐντυχών (ἐπεφυγάδευτο γὰρʼ ἀντεπέστειλε a)ntepe/steile Reim., a)ntape/steile L. λέγων ὅτι ἐν τύχῃ αὐτῷ ἐγένετο τὸ μὴ ταῦθʼ οὕτω καὶ ἐν τῷ δικαστηρίῳ λεχθῆναι· οὐ γὰρ ἂν τοιαύτας ἐν τῇ Μασσαλίᾳ (ἐν ᾗ κατὰ τὴν φυγὴν ἦνʼ τρίγλας
54.4 ἐσθίειν, εἴπερ τι τοιοῦτον ἀπελελόγητο. τοῦτο δὲ ἔγραψεν οὐχ ὅτι τοῖς παροῦσιν ἠρέσκετο (πολλὰ γὰρ ἐπὶ τῇ καθόδῳ ἐπετόλμησενʼ ἀλλʼ ἐς τὸν Κικέρωνα ἀποσκώπτων, ὅτι μηδὲν χρηστὸν ἐν τῷ τῆς ἀπολογίας καιρῷ εἰπὼν ἔπειτα ἀκάρπους λόγους καὶ ἐμελέτα καὶ ἔπεμπεν e)/pempen Leuncl., ei)=pen L. αὐτῷ, ὥσπερ τι ὠφελῆσαι τότε αὐτὸν δυναμένους. duname/nous Leuncl., duna/menos L.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme