Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 40

56.3 ὑπατείαν, ὥσπερ ἐψήφιστο, δούς. προσέγραψε prose/graye R. Steph., proe/graye L. μὲν γὰρ τῷ νόμῳ τὸ μόνοις αὐτὸ ἐξεῖναι ποιεῖν οἷς ἂν ὀνομαστί τε καὶ ἄντικρυς ἐπιτραπῇ, διέφερε δʼ οὐδὲν τοῦτο τοῦ μηδʼ ἀρχὴν κεκωλῦσθαι· πάντως γὰρ οἵ oi(/ Xyl., o(/ L. τι δυνάμενοι καὶ ἐκεῖνο ψηφισθῆναί σφισι διαπράξασθαι ἔμελλον.
57.1 ὁ μὲν οὖν Πομπήιος τοιαῦτʼ ἐπολιτεύετο, ὁ δὲ δὴ Σκιπίων οὔτε ἐνομοθέτησέ τι, καὶ τὰ πρὸς τοῦ Κλωδίου περὶ τῶν τιμητῶν γραφέντα κατέλυσε. καὶ ἔδοξε μὲν τὴν ἐκείνων χάριν τοῦτο πεποιηκέναι, ἐπειδὴ τὴν ἐξουσίαν αὐτοῖς ἣν καὶ πρὶν
57.2 εἶχον ἀπέδωκε, περιέστη δὲ ἐς τοὐναντίον. ὑπὸ γὰρ τοῦ tou= Xyl., tou\s L. πολλοὺς ἔν τε τῇ ἱππάδι καὶ ἐν τῷ βουλευτικῷ φλαύρους ἄνδρας εἶναι, τέως μὲν μηδένα μήτε κατηγορηθέντα μήθʼ ἁλόντα διαγράψαι σφίσιν ἐξῆν, οὐδεμίαν τῶν οὐκ ἀπαλειφομένων
57.3 αἰτίαν εἶχον· ἀπολαβόντες δὲ τὴν ἀρχαίαν ἰσχύν, ὑφʼ ἧς αὐτοῖς καὶ καθʼ ἑαυτοὺς τὸν ἑκάστου βίον ἐξετάζουσι τοῦτο ποιεῖν ἐδέδοτο, οὔτε πολλοῖς προσκρούειν ὑπέμενον, οὔτʼ αὖ ἐν μέμψει τινὶ ὡς μὴ διαγράφοντες τοὺς οὐκ ἐπιτηδείους γίγνεσθαι ἤθελον, καὶ διὰ τοῦτο οὐδὲ ἐφίετο e)fi/eto R. Steph., e)fi/ento L. ἔτι τῆς ἀρχῆς τῶν ἐμφρόνων οὐδὲ εἷς.
58.1 περὶ μὲν δὴ τοὺς τιμητὰς ταῦτʼ ἐψηφίσθη, ὁ δὲ δὴ Κάτων ἄλλως μὲν οὐδεμιᾶς ἀρχῆς ἐδεῖτο, ἰδὼν δὲ τόν τε Καίσαρα καὶ τὸν Πομπήιον ὑπὲρ τὴν κατάστασιν τῆς πολιτείας αὐξανομένους, καὶ ὑποτοπήσας ἤτοι καὶ ἀμφοτέρους σφᾶς τὰ πράγματα ἕξειν, ἢ καὶ διενεχθέντας ἀλλήλοις στάσιν τε μεγίστην ποιήσειν καὶ τὸν
58.2 κρατήσαντα αὐτῶν μοναρχήσειν, ἠθέλησε μέν σφας πρὶν ἀνταγωνιστὰς γενέσθαι καταλῦσαι, καὶ τὴν ὑπατείαν ἐπʼ αὐτοὺς ᾔτησεν, ἐπειδήπερ ἰδιωτεύων οὐδὲν ἰσχύσειν ἔμελλεν, ὑποπτευθεὶς δὲ ὑπὸ τῶν τὰ ἐκείνων πραττόντων τοιοῦτόν τι δράσειν οὐκ ἀπεδείχθη, ἀλλʼ ὅ τε Μάρκελλος ὁ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme