Book 40
58.3
Μᾶρκος καὶ ὁ Ῥοῦφος ὁ Σουλπίκιος, ὁ μὲν διὰ τὴν τῶν νόμων ἐμπειρίαν ὁ δὲ διὰ τὴν τῶν λόγων δύναμιν, ᾑρέθησαν, h(|re/qhsan Xyl., dih|re/qhsan L. ἄλλως τε καὶ ὅτι αὐτοὶ μέν, εἰ καὶ μὴ χρήμασιν ἢ βιαίῳ τινὶ ἔργῳ, ἀλλὰ τῇ γε ge Bk., te L. θεραπείᾳ καὶ τῇ παρακλήσει πολλῇ πρὸς πάντας ἐχρήσαντο, ὁ δὲ δὴ Κάτων οὐδένα αὐτῶν
58.4
ἐθεράπευσε. καὶ ὁ μὲν οὐκέτʼ αὖθις τῆς ἀρχῆς ἀντεποιήσατο, λέγων ἀγαθοῦ ἀνδρὸς ἔργον εἶναι μήτʼ ἀποδιδράσκειν τὴν προστασίαν τῶν κοινῶν, ἄν γέ τινες χρῆσθαι αὐτῷ ἐθελήσωσι, μήθʼ ὑπὲρ
59.1
τὸ προσῆκον αὐτῆς ἐφίεσθαι· Μάρκελλος δὲ πάντʼ εὐθὺς ἐπὶ τῇ τοῦ Καίσαρος καταλύσει (τῆς γὰρ τοῦ Πομπηίου μερίδος ἦνʼ ἔπραττε, καὶ ἄλλα τε ἐπʼ αὐτῷ πολλά, καὶ ὥστε καὶ διάδοχόν οἱ ἤδη καὶ πρὸ τοῦ καθήκοντος χρόνου πεμφθῆναι, ἐσηγήσατο. καὶ αὐτῷ ὅ τε Σουλπίκιος καὶ τῶν δημάρχων τινὲς ἀντέπραξαν, οὗτοι μὲν τῇ πρὸς τὸν Καίσαρα χάριτι· ἐκεῖνος δʼ αὐτοῖς ἐκοινώσατο καὶ τοῖς πολλοῖς ὅτι toi=s polloi=s o(/ti Madvig, o(/ti toi=s polloi=s L. οὐκ ἤρεσκε τό h)/reske to/ Rk., h)re/sketo/ L. τινα μεταξὺ
59.2
ἄρχοντα μηδὲν ἠδικηκότα παυθῆναι. μαθὼν οὖν ταῦθʼ ὁ Πομπήιος (ἀπῆρε μὲν γὰρ ἐκ τοῦ ἄστεως ὡς καὶ ἐς τὴν Ἰβηρίαν στρατεύσων, οὐ μὴν οὐδὲ τότε ἐκ τῆς Ἰταλίας ἐξεχώρησεν, ἀλλὰ τοῖς ὑποστρατήγοις πάντα τὰ ἐκεῖ προστάξας αὐτὸς τῇ
59.3
πόλει ἐφήδρευἐ τὸ μὲν δὴ τὸν Καίσαρα τῆς ἡγεμονίας παραλυθῆναι οὐδὲ ἑαυτῷ ἀρέσκειν ἐπλάττετο, ἔπραττε δʼ ὅπως, ὅταν τὸν δεδομένον οἱ χρόνον διάρξῃ dia/rch| Rk., diapra/ch L. (τοῦτο δὲ οὐκ ἐς μακρὰν ἀλλʼ εὐθὺς τῷ ὑστέρῳ ἔτει γενήσεσθαι ἔμελλἐ, τά τε ὅπλα κατάθηται καὶ ἰδιωτεύσων οἴκαδε ἐπανέλθῃ.
59.4
καὶ διὰ τοῦτο Γάιόν τε Μάρκελλον τὸν τοῦ Μάρκου to\n tou= *ma/rkou supplied by Bk., *ma/rkou (only' by Leuncl. ἀνεψιὸν ἢ καὶ ἀδελφόν (λέγεται γὰρ ἑκάτερονʼ ὑπατεῦσαι, ἐπειδὴ τῷ Καίσαρι καίπερ ἐξ ἐπιγαμίας προσήκων ἐχθρὸς ἦν, καὶ τὸν Κουρίωνα τὸν Γάιον, διʼ ἔχθρας καὶ αὐτὸν ἐκ παλαιοῦ οἱ ὄντα, δημαρχῆσαι ἐποίησεν.