Book 40
60.1
ὁ οὖν Καῖσαρ μήτʼ ἄλλως ὑπομένων ἔκ τε τηλικαύτης καὶ ἐκ χρονίου ἡγεμονίας ἰδιωτεῦσαι, καὶ φοβηθεὶς μὴ καὶ ἐπὶ τοῖς ἐχθροῖς γένηται, παρεσκευάζετο ὡς καὶ ἀκόντων αὐτῶν ἐν τῇ ἀρχῇ ἐμμενῶν, καὶ στρατιώτας προσκατελέγετο καὶ χρήματα ἤθροιζεν ὅπλα τε ἐποίει, καὶ καθʼ
60.2
ἡδονὴν πᾶσιν ἡγεῖτο. κἀν τούτῳ καὶ τὰ οἴκοι τρόπον τινά, τοῦ μὴ πάντα pa/nta Rk., pa/nth| L. βίᾳ ἀλλὰ καὶ πειθοῖ πράττειν δοκεῖν, προδιοικήσασθαι ἐθελήσας ἔγνω συναλλαγῆναι sunallagh=nai Reim., sullagh=nai L. τῷ Κουρίωνι· τοῦ τε γὰρ τῶν Κουριώνων γένους ἦν, καὶ τὴν γνώμην ὀξύς, εἰπεῖν τε δεινός, τῷ τε πλήθει πιθανώτατος, καὶ χρήματων ἐς πάντα ἁπλῶς ἐξ ὧν ἢ αὐτός τι πλεονεκτήσειν ἢ καὶ ἑτέρῳ διαπράξειν ἤλπιζεν ἀφειδέστατος.
60.3
καὶ αὐτὸν πολλὰ μὲν polla\ me\n Bk., me\n polla\ L. ἐπελπίσας, πάντων δὲ τῶν ὀφειλημάτων, συχνῶν διὰ τὸ πολλὰ δαπανᾶσθαι ὄντων, ἀπαλλάξας ἀνηρτήσατο. πρὸς γὰρ τὴν παροῦσαν ὧν ἔπραττε σπουδὴν οὔτε ou)/te Xyl., ou)/te ga\r L. ἀργυρίου, ἅτε καὶ ἐξ αὐτῶν ἐκείνων ἀργυρολογῶν, ἐφείδετο, καὶ προσυπισχνεῖτό τισι παμπληθῆ ὧν οὐδὲ πολλοστὸν
60.4
μέρος δώσειν ἔμελλε. καὶ οὐ μόνον γε ge H. Steph., te L. τοὺς ἐλευθέρους ἀλλὰ καὶ τοὺς δούλους τούς τι καὶ ὁπωσοῦν παρὰ τοῖς δεσπόταις σφῶν δυναμένους ἐθεράπευσε· καὶ συχνοὶ αὐτῷ καὶ ἐκ τούτου καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν ὑπῆρξαν.
61.1
ὁ δʼ οὖν Κουρίων ἐφρόνησε μὲν τὰ τοῦ Καίσαρος, οὐ μέντοι καὶ παραχρῆμα φανερῶς αὐτὰ πράττειν ἤρξατο· πρόφασίν τε γὰρ εὐπρεπῆ τοῦ μὴ καὶ ἑκὼν ἀλλὰ ἀναγκασθεὶς δὴ μεθεστηκέναι δόξαι ἐζήτει, καὶ ἐνόμισεν, ὅσῳ o(/sw| Rk., w(s L. ἂν ἐπὶ πλεῖον τοῖς ἐχθροῖς αὐτοῦ ὡς καὶ φίλος σφῶν συγγένηται, καὶ πλείω καὶ μείζω τῶν ἀπορρήτων αὐτῶν μαθήσεσθαι.
61.2
διʼ οὖν ταῦτα ἐπὶ μακρότατόν τε ἐπεκρύψατο, καὶ ὅπως μηδένα τρόπον ὑποπτευθῇ μεταβεβλῆσθαί τε καὶ οὐκ ἀνὰ πρώτους καὶ πάντα τὰ ἐναντία τῷ Καίσαρι καὶ τότε ἔτι καὶ φρονεῖν καὶ λέγειν, καὶ ἐδημηγόρει κατʼ αὐτοῦ ἀφʼ οὗ γε καὶ δημαρχεῖν ἤρξατο, καὶ ἐσηγεῖτο