Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 40

66.2 καὶ ἦν γὰρ ἐπʼ ἐξόδῳ τοῦ ἔτους τὰ γιγνόμενα, καὶ ἔμελλεν οὐκ ἐπὶ πολύ, ἅτε μήτε τῇ βουλῇ μήτε τῷ δήμῳ δόξαντα, ἰσχύσειν, ἐπήγετο e)ph/geto Rk., h)pei/geto L. πρὸς τὸν Πομπήιον Κορνήλιόν τε Λέντουλον καὶ Γάιον Κλαύδιον τοὺς τῷ ὑστέρῳ ἔτει ὑπατεύσειν μέλλοντας, καὶ ἐποίησε καὶ ἐκείνους τὰ αὐτὰ προστάξαι·
66.3 ἐπειδὴ γὰρ καὶ γράμματα τοῖς ἀποδεδειγμένοις ἐς τὰς ἀρχὰς ἐκτιθέναι καὶ ἄλλα τινὰ τῶν τῇ ἡγεμονίᾳ σφῶν προσηκόντων, καὶ πρὶν ἐνίστασθαι αὐτήν, πράττειν ἔτι καὶ τότε ἐξῆν, καὶ τούτου κύριοι ἐνόμιζον εἶναι. καὶ ὅ γε ge Rk., te L. Πομπήιος, καίπερ ἐς πάντα τἆλλα ἀκριβὴς ὤν, ὅμως οὐδὲν διὰ τὴν στρατιωτῶν χρείαν ἐπολυπραγμόνησεν, οὔτε ἀφʼ ὧν οὔθʼ ὅπως αὐτοὺς λαμβάνει, ἀλλὰ
66.4 καὶ πάνυ ἄσμενός σφας ἐδέξατο. οὐ μέντοι καὶ ἐπράχθη τι οἷον ἄν τις ἐπὶ τηλικούτῳ τολμήματι γενήσεσθαι genh/sesqai Rk., gegennh=sqai L. προσεδόκησεν, ἀλλὰ τὴν ἔχθραν μόνον τὴν πρὸς τὸν Καίσαρα ἐνδειξάμενοι αὐτοὶ μὲν οὐδὲν ἄλλο ἰσχυρὸν παρεσκευάσαντο, ἐκείνῳ δὲ καὶ ἐκ τούτου πρόφασιν εὔλογον ἐς τὸ to\ added by Reim. τὰ στρατόπεδα τὰ συνόντα οἱ κατασχεῖν παρέσχον.
66.5 ὁ γὰρ Κουρίων ἐπί τε τούτοις πολλὴν ἐν τῷ πλήθει κατηγορίαν κατά τε τῶν ὑπάτων καὶ κατὰ τοῦ Πομπηίου ἐποιήσατο, καὶ ἐπειδὴ διῆρξε, πρὸς τὸν Καίσαρα εὐθὺς ἀφωρμήθη.
← Previous 40 / 40

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme