Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 40

10.2 καὶ ἀνελπίστῳ οἱ προσπεσούμενοι. προμαθὼν οὖν τοῦτʼ ἐκεῖνος τήν τε νύκτα κατὰ χώραν ἔμεινε, καὶ ὑπὸ τὴν ἕω χωρίον τι ἐρυμνὸν προκαταλαβὼν ἐνταῦθα ὡς ἐν βραχυτάτῳ ἐστρατοπεδεύσατο τοῦ καὶ μετʼ ὀλίγων εἶναι δοκεῖν καὶ ἐκ τῆς πορείας πεπονῆσθαι τήν τε ἔφοδόν σφων δεδιέναι, κἀκ τούτου καὶ ἐς αὐτὸ τὸ μετέωρον αὐτοὺς ὑπαγαγέσθαι. u(pagage/sqai Reim., a)pagage/sqai L.
10.3 καὶ ἔσχεν οὕτως· καταφρονήσαντες γὰρ αὐτοῦ διὰ ταῦτα πρός τε τὸ ὄρθιον προσέβαλον καὶ μεγάλως ἔπταισαν, ὥστε μηκέτʼ ἀντιπολεμῆσαι.
11.1 οὕτω μὲν οὖν τότε καὶ ἐκεῖνοι e)kei=noi Xyl., e)kei=nos L. καὶ οἱ ἄλλοι πάντες ἐχειρώθησαν, οὐ μέντοι καὶ διʼ εὐνοίας τοῖς Ῥωμαίοις ἦσαν. οἱ γοῦν Τρήουηροι φοβηθέντες, ἐπειδήπερ e)peidh/per Reim., e)peidh\ pro\s L. τοὺς παρʼ ἑκάστοις πρώτους prw/tous supplied by Reim. ὁ Καῖσαρ μεταπέμπων ἐκόλαζε, μὴ καὶ αὐτοὶ δίκην δῶσιν,
11.2 ἐξεπολεμώθησαν αὖθις αὐτοῖς, Ἰνδουτιομάρου *)indoutioma/rou Reim. (as L in chap. 31, 2), i(nduotima/rou L. σφᾶς ἀναπείσαντος, καὶ συναποστήσαντες καὶ ἄλλους τινὰς τῶν τὰ αὐτὰ δεδιότων ἐπεστράτευσαν ἐπὶ τὸν Λαβιῆνον τὸν Τίτον ἐν Ῥημοῖς ὄντα, καὶ ἐπεξελθόντων σφίσι παρὰ δόξαν τῶν Ῥωμαίων ἐφθάρησαν. ταῦτα μὲν ἐν τῇ Γαλατίᾳ ἐγένετο, καὶ ἐν αὐτῇ καὶ ὁ Καῖσαρ ἐχείμασεν ὡς καὶ ἀκριβῶς σφας
12.1 καταστήσασθαι δυνησόμενος. ὁ δὲ δὴ Κράσσος ἐπιθυμήσας τι καὶ αὐτὸς δόξης τε ἅμα καὶ κέρδους ἐχόμενον πρᾶξαι, ἔπειτʼ ἐπειδὴ μηδὲν ἐν τῇ Συρίᾳ τοιοῦτό τι εἶδεν ὄν (αὐτοί τε γὰρ ἡσύχαζον, καὶ οἱ πρόσθε προσπολεμήσαντές σφισιν οὐδὲν ὑπʼ ἀδυνασίας u(p' a)dunasi/as Bk., u(po\ dunastei/as L. παρεκίνουνʼ, ἐπὶ τοὺς Πάρθους ἐπεστράτευσε, μήτε ἔγκλημά τι αὐτοῖς ἐπιφέρων μήτε τοῦ πολέμου οἱ ἐψηφισμένου· αὐτούς τε γὰρ παμπλουσίους ἤκουεν ὄντας, καὶ τὸν Ὀρώδην εὐάλωτον ἅτε καὶ νεοκατάστατον εἶναι προσεδόκησε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme