Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 40

14.2 που καὶ παρὰ τοῖς πάλαι βαρβάροις, καὶ τό γε ὄνομα τοῦτο καὶ ὑπὸ τὴν Περσικὴν βασιλείαν εἶχον· ἀλλὰ τότε μὲν αὐτοί τε ἐν μέρει χώρας βραχεῖ ᾤκουν καὶ δυναστείαν ὑπερόριον οὐκ ἐκέκτηντο, ἐπεὶ δὲ e)pei\ de\ Leuncl., e)peidh\ L. ἥ τε τῶν Περσῶν ἀρχὴ κατελύθη καὶ τὰ τῶν Μακεδόνων ἤκμασεν, οἵ τε τοῦ Ἀλεξάνδρου διάδοχοι στασιάσαντες ἄλλοι ἄλλα a)/lloi a)/lla Bk., a)/lloi a)/llhi L. ἀπετέμοντο καὶ βασιλείας ἰδίας κατεσκευάσαντο,
14.3 ἔς τε τὸ μέσον τότε πρῶτον ὑπʼ Ἀρσάκου τινὸς ἀφίκοντο, ὅθενπερ καὶ οἱ ἔπειτα βασιλεύσαντες αὐτῶν Ἀρσακίδαι ἐπωνομάσθησαν, καὶ εὐτυχήσαντες τήν τε πλησιόχωρον ἐκτήσαντο πᾶσαν καὶ τὴν Μεσοποταμίαν σατραπείαις κατέσχον, τελευτῶντες δὲ ἐπὶ τοσοῦτον καὶ τῆς δόξης καὶ τῆς δυνάμεως ἐχώρησαν ὥστε καὶ τοῖς Ῥωμαίοις τότε τε ἀντιπολεμῆσαι καὶ δεῦρο ἀεὶ ἀντίπαλοι νομίζεσθαι.
14.4 εἰσὶ μὲν γὰρ καὶ ἄλλως ἰσχυροὶ τὰ πολέμια, μεῖζον δʼ ὅμως ὄνομα, καίτοι μήτε τῶν Ῥωμαίων τι παρῃρημένοι καὶ προσέτι καὶ τῆς ἑαυτῶν ἔστιν ἃ προέμενοι, ἔχουσιν, ὅτι μηδέπω δεδούλωνται, ἀλλὰ καὶ νῦν ἔτι e)/ti Rk., e)pi\ L. τοὺς πολέμους τοὺς πρὸς ἡμᾶς,
15.1 ὁσάκις ἂν συνενεχθῶσι, διαφέρουσι. περὶ μὲν οὖν τοῦ τε γένους καὶ τῆς χώρας τῆς τε ἰδιότητος τῶν ἐπιτηδευμάτων αὐτῶν πολλοῖς τε εἴρηται καὶ ἐγὼ οὐκ ἐν γνώμῃ ποιοῦμαι συγγράψαι· τῇ δὲ δὴ ὁπλίσει καὶ τῇ τῶν πολέμων διαχειρίσει (τούτων γὰρ ὁ ἐξετασμὸς τῷδε τῷ λόγῳ, ὅτι καὶ ἐς χρείαν αὐτῶν ἀφικνεῖται, προσήκει) τοιᾷδε χρῶνται.
15.2 ἀσπίδι μὲν οὐδὲν νομίζουσιν, ἱπποτοξόται δὲ καὶ κοντοφόροι, kontofo/roi Val., a)kontofo/roi L. τὰ πολλὰ κατάφρακτοι, στρατεύονται. πεζοί τε ὀλίγοι μὲν καὶ οἱ ἀσθενέστεροι, τοξόται δʼ οὖν καὶ ἐκεῖνοι πάντες εἰσίν. ἔκ τε γὰρ παίδων ἀσκοῦνται, καὶ ὁ οὐρανὸς ἥ τε
15.3 χώρα αὐτοῖς συναίρεται πρὸς ἀμφότερα. αὕτη τε γὰρ πεδιὰς ὡς πλήθει οὖσα ἀρίστη a)ri/sth Bk., r(ai/sth L. τε ἵππους τρέφειν ἐστὶ καὶ ἐπιτηδειοτάτη καθιππεύεσθαι· ἀγέλας γοῦν ὅλας καὶ ἐν τοῖς πολέμοις, ὥστʼ ἄλλοτε ἄλλοις ἵπποις χρῆσθαι καὶ πόρρωθέν τε ἐξαπιναίως ἐπελαύνειν καὶ μακράν ποι ἐξ αἰφνιδίου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme