Book 41
arg.
τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ πρώτῳ τῶν Δίωνος Ῥωμαϊκῶν
arg.
α. ὡς Καῖσαρ ἐς τὴν Ἰταλίαν ἦλθε καὶ Πομπήιος ἐκλιπὼν αὐτὴν ἐς Μακεδονίαν διέπλευσεν.
arg.
β. ὡς Καῖσαρ Ἰβηρίαν παρεστήσατο.
arg.
γ. ὡς Καῖσαρ ἐς Μακεδονίαν ἐπὶ Πομπήιον διέπλευσεν.
arg.
δ. ὡς Καῖσαρ καὶ Πομπήιος περὶ Δυρράχιον ἐπολέμησαν.
arg.
ε. ὡς Καῖσαρ Πομπήιον περὶ Φάρσαλον ἐνίκησεν.
arg.
χρόνου πλῆθος ἔτη δύο, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
arg.
λ. Κορνήλιος Π. υἱ. Λεντοῦλος
arg.
γ. Κλαύδιος Μ. *klau/dios M. Bs., following R. Steph., kam L. υἱ. Μάρκελλος ὕπ.
arg.
γ. Ἰούλιος *)iou/lios R. Steph., o/ulios L. γ. υἱ. Καῖσαρ τὸ β
arg.
π. Σερουίλιος Π. υἱ. Ἰσαυρικός ὕπ.
1.1
τότε μὲν δὴ ταῦτʼ ἔπραξε, μετὰ δὲ τοῦτο γράμματα παρὰ τοῦ Καίσαρος πρὸς τὴν βουλὴν λαβὼν ἦλθέ τε ἐς τὴν Ῥώμην ἐν αὐτῇ τῇ νουμηνίᾳ ἐν ᾗ ὅ τε Λέντουλος ὁ Κορνήλιος καὶ ὁ Κλαύδιος ὁ Γάιος τὴν ἀρχὴν ἐνεστήσαντο, καὶ οὐ πρότερον τοῖς ὑπάτοις αὐτὰ ἀπέδωκε πρὶν ἐς τὸ συνέδριόν σφας ἀφικέσθαι, μὴ καὶ ἔξω που λαβόντες αὐτὰ ἀποκρύψωνται.
1.2
ἐπὶ πολὺ μὲν γὰρ καὶ ὣς ἀνέσχον, οὐκ ἐθέλοντές σφας ἀναλέξασθαι· τέλος δὲ ὑπό τε Κυΐντου Κασσίου Λογγίνου καὶ ὑπὸ Μάρκου Ἀντωνίου δημαρχούντων ἠναγκάσθησαν αὐτὰ δημοσιεῦσαι.
1.3
Ἀντώνιος μὲν οὖν ἐν τούτῳ τότε τὸν Καίσαρα εὐεργετήσας ἀντιλήψεσθαί τε πολλὰ καὶ ἐπὶ μεγάλων καὶ αὐτὸς αἰωρηθήσεσθαι ἔμελλεν. ἐν δὲ τῇ ἐπιστολῇ τά τε ἄλλα ὅσα ποτὲ καλῶς τὸ κοινὸν ὁ Καῖσαρ ἐπεποιήκει ἐνεγέγραπτο, καὶ
1.4
ἀπολογισμὸς ὑπὲρ ὧν ᾐτιάζετο. καταλύσειν τε τὰ στρατόπεδα καὶ τῆς ἀρχῆς ἐκστήσεσθαι ὑπισχνεῖτο, ἂν καὶ ὁ Πομπήιος τὰ αὐτά οἱ ποιήσῃ· ἐκείνου γὰρ τὰ ὅπλα ἔχοντος οὐδὲ ἑαυτὸν δίκαιον εἶναι ἀναγκασθῆναι αὐτὰ ἀφεῖναι ἔλεγεν, ἵνα μὴ καὶ τοῖς ἐχθροῖς ἐκδοθῇ.