Book 41
21.2
ἐν παντὶ ἐγένετο. πυνθανόμενοι δὲ ταῦθʼ οὶ ἐν οἴκῳ Ῥωμαῖοι ἐκείνου τε ὡς οὐκέτι πλείω χρόνον περιοίσοντος perioi/sontos R. Steph., perioi/sonto L. ἀπέγνωσαν καὶ πρὸς τὸν Πομπήιον ἀπέκλινον· καί τινες καὶ τότε πρὸς
21.3
αὐτὸν ἄλλοι τε καὶ βουλευταὶ ἀπῆραν. καὶ εἴγε μὴ οἱ Μασσαλιῶται ἐν τούτῳ ναυμαχίᾳ πρὸς τοῦ Βρούτου τῷ τε μεγέθει τῶν νεῶν αὐτοῦ καὶ τῇ ῥώμῃ τῶν ἐπιβατῶν, καίπερ καὶ τῷ Δομιτίῳ συμμάχῳ χρώμενοι καὶ τῇ ἐμπειρίᾳ τῶν ναυτικῶν προέχοντες, ἡττήθησαν κἀκ τούτου παντελῶς ἀπεκλείσθησαν, οὐδὲν ἂν ἐκώλυσε πάντα
21.4
τὰ πράγματα αὐτοῦ φθαρῆναι. νῦν δὲ ἐπὶ τὸ μεῖζον ἐκ παρασκευῆς τοῖς Ἴβηρσιν ἀγγελθέντα ταῦτα οὕτως ἠλλοίωσέ τινας αὐτῶν ὥστε καὶ τὰ τοῦ Καίσαρος φρονῆσαι. καὶ αὐτοὺς παραλαβὼν τῆς τε τροφῆς ηὐπόρησε καὶ γεφύρας κατεσκεύασε, τοὺς τε ἐναντίους ἐλύπει, καί ποτε συχνοὺς αὐτῶν αἰφνίδιον ἐν τῇ χώρᾳ πλανωμένους ἀπολαβὼν ἀπώλεσεν.
22.1
ὁ οὖν Ἀφράνιος ἀθυμήσας ἐπὶ τούτοις, καὶ τὰ ἐν e)n added by R. Steph. Ἰλέρδᾳ οὔτε ἀσφαλῆ οὔτε ἐπιτήδεια πρὸς χρόνιον διατριβὴν ἰδὼν ὄντα, ἀναχωρῆσαι πρός τε τὸν Ἴβηρα καὶ πρὸς τὰς ἐκεῖ πόλεις ἔγνω, καὶ νυκτός, ὡς λήσων ἢ φθάσων τοὺς
22.2
ἐναντίους, ἄρας ἐπορεύετο. καὶ οὐκ ἔλαθε μὲν ἀνιστάμενος, οὐ μέντοι καὶ εὐθὺς ἐπεδιώχθη· ὁ γὰρ Καῖσαρ οὐχ ἡγήσατο ἀσφαλὲς εἶναι ἐν e)n added by St. σκότῳ πολεμίοις ἐμπείροις τῆς χώρας μετὰ ἀπείρων ἐπακολουθῆσαι. ὡς μέντοι ἡ ἡμέρα διέλαμψεν, ἠπείχθη, καὶ αὐτοὺς ἐν μέσῃ τῇ ὁδῷ καταλαβὼν πανταχόθεν ἐξαπίνης πόρρωθεν περιεστοιχίσατο· τῷ τε γὰρ πλήθει πολὺ περιῆν, καὶ τὸ χωρίον κοῖλον ὂν συμμαχοῦν ἔσχεν.
22.3
ὁμόσε γὰρ οὐκ ἠθέλησέ σφισι χωρῆσαι, τὸ μέν τι φοβηθεὶς μὴ καὶ ἐς ἀπόνοιαν καταστάντες ἐξεργάσωνταί τι δεινόν, τὸ δὲ καὶ ἄλλως ἀκονιτί σφας παραστήσεσθαι parasth/sesqai Reim., parasth/sasqai L. ἐλπίσας. ὅ καὶ ἐγένετο· ὡς γὰρ πολλαχῇ πειράσαντες οὐδαμῇ διαπεσεῖν ἠδυνήθησαν, καὶ ἔκ τε τούτου καὶ ἐκ τῆς ἀγρυπνίας τῆς τε πορείας ἐκεκμήκεσαν, καὶ προσέτι