Book 41
22.4
οὔτε τροφὴν εἶχον (αὐθημερὸν γὰρ τὸν σταθμὸν διατελέσειν προσδοκήσαντες οὐδὲν ἐπηνέγκαντὀ οὔθʼ ὕδατος εὐπόρουν (τὰ γὰρ χωρία ἐκεῖνα δεινῶς ἐστιν ἄνυδρἀ, παρέδοσάν σφας, ἐφʼ ᾧ μήτε τι δεινὸν πάθωσι μήτε ἐπὶ τὸν Πομπήιον
23.1
ἀναγκασθῶσίν οἱ συστρατεῦσαι. καὶ αὐτοῖς ἀκριβῶς ἑκάτερον ὁ Καῖσαρ ἐφύλαξεν· οὔτε γὰρ ἀπέκτεινε τὸ παράπαν τῶν ἐν τούτῳ τῷ πολέμῳ ἁλόντων οὐδένα, καίτοι ἐκείνων ποτὲ ἐν ἀνοχῇ τινι ἀφυλάκτως τινὰς τῶν ἑαυτοῦ ἔχοντας φθειράντων, οὔτε τῷ Πομπηίῳ ἀντιπολεμῆσαι ἐξεβιάσατο, ἀλλὰ τοὺς μὲν λογιμωτάτους ἠφίει, τοῖς δʼ ἄλλοις ἐθελονταῖς· συμμάχοις διά τε τὰ κέρδη
23.2
καὶ διὰ τὰς τιμὰς ἐχρῆτο. καὶ οὐκ ἐλάχιστά γε ἐκ τούτων οὔτε ἐς τὴν δόξαν οὔτε ἐς τὰ πράγματα ἀπώνητο· a)pw/nhto Naber, a)pw/nato L. τάς τε γὰρ πόλεις τὰς ἐν τῇ Ἰβηρίᾳ πάσας καὶ τοὺς στρατιώτας τοὺς ἐκεῖ πάντας (ἦσαν δὲ ἄλλοι τε ἐν τῇ Βαιτικῇ καὶ μετὰ Μάρκου Τερεντίου Οὐάρρωνος *ou)a/rrwnos R. Steph., a)/rwnos L. ὑποστρατήγου συχνοίʼ προσεποιήσατο.
24.1
παραλαμβάνων τε οὖν ἅμα αὐτοὺς καὶ καθιστάμενος διέδραμε μέχρι Γαδείρων. καὶ ἐλύπησε μὲν οὐδένα οὐδὲν πλὴν χρημάτων ἐκλογῆς (ταῦτα tau=ta Reim., pa/nta L. γὰρ παμπληθῆ ἐσέπραξενʼ, ἐτίμησε δὲ de\ Pflugk, te L. καὶ ἰδίᾳ καὶ κοινῇ πολλούς· καὶ τοῖς γε Γαδειρεῦσι πολιτείαν ἅπασιν ἔδωκεν, ἣν καὶ ὁ δῆμός σφισιν
24.2
ὕστερον ἐπεκύρωσε. τοῦτο δὲ ἐποίησεν ἀμειβόμενός σφας τῆς τοῦ ὀνείρου ὄψεως, διʼ ἧς ἐνταῦθα, ὅτε ἐταμίευσε, συγγεγονέναι τῇ μητρὶ ἔδοξε, καὶ ἀπʼ a)p' H. Steph., e)p' L. αὐτοῦ καὶ τὴν ἐλπίδα τῆς μοναρχίας, ὥσπερ εἶπον, ἔλαβεν. πράξας δὲ ταῦτα τὸ μὲν ἔθνος ἐκεῖνο τῷ Λογγίνῳ τῷ Κασσίῳ προσέταξεν, ἐπειδὴ συνήθης αὐτοῖς ἐκ τῆς ταμιείας ἣν ὑπὸ τῷ
24.3
Πομπηίῳ ἐτεταμιεύκει ἦν· h)=n supplied by Reim. and Dind. αὐτὸς δὲ μέχρι Ταρράκωνος *tarra/kwnos Bs., *tarrakw/nhs L. πλοίοις ἐκομίσθη. ἐντεῦθεν δὲ διὰ τοῦ Πυρηναίου προχωρῶν τρόπαιον μὲν οὐδὲν ἐπʼ αὐτοῦ ἔστησεν, ὅτι μηδὲ mhde\ Rk., mh/te L. τὸν Πομπήιον καλῶς ἀκούσαντα ἐπὶ τούτῳ ᾔσθετο, βωμὸν δὲ δὴ ἐκ e)k added by Reim. λίθων ξεστῶν συνῳκοδομημένον μέγαν οὐ πόρρω τῶν ἐκείνου τροπαίων ἱδρύσατο.