Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 41

27.3 καὶ σωφρονίζοντα. γνώσεσθε δὲ ὅτι τἀληθῆ λέγω, ἂν μήτε πρὸς τὸ αὐτίκα ἡδὺ τὸ συμφέρον κρίνητε μᾶλλον ἢ πρὸς τὸ ἀεὶ ὠφέλιμον, μήτε τὸ τὰς ἐπιθυμίας ἐκπιμπλάναι γενναῖον μᾶλλον ἢ τὸ κρατεῖν αὐτῶν νομίσητε εἶναι. αἰσχρὸν μὲν γὰρ παραχρῆμά τι ἡσθέντας ὕστερον μεταγνῶναι, δεινὸν δὲ τὸ τῶν πολεμίων κρατοῦντας ἡδονῶν τινων ἡττᾶσθαι.
28.1 πρὸς οὖν τί ταῦτα λέγω; ὅτι τὰ ἐπιτήδεια ἀφθόνως ἔχοντες (λέξω γὰρ μετὰ παρρησίας, μηδὲν ὑποστειλάμενος· τήν τε γὰρ μισθοφορὰν ἐντελῆ καὶ κατὰ καιρὸν λαμβάνετε, καὶ τῆς τροφῆς ἀεὶ καὶ πανταχοῦ πολλῆς ἐμπίμπλασθἐ καὶ μήτε πόνον τινὰ ἄδοξον μήτε κίνδυνον ἀνωφελῆ ὑπομένοντες, καὶ προσέτι τῆς μὲν ἀνδραγαθίας πολλὰ καὶ μεγάλα γέρα καρπούμενοι, τῶν δʼ ἁμαρτημάτων σμικρὸν ἢ οὐδὲν h)\ ou)de\n Rk., ou)de\ L. ἐπιτιμώμενοι,
28.2 οὐκ ἀξιοῦτε τούτοις ἀρκεῖσθαι. λέγω δὲ ταῦτα οὐ πρὸς πάντας ὑμᾶς (οὐδὲ γὰρ τοιοῦτοί ἐστἐ, ἀλλὰ πρὸς ἐκείνους μόνους οἵτινες τῇ ἑαυτῶν πλεονεξίᾳ καὶ τοὺς ἄλλους διαβάλλουσιν. ὑμεῖς μὲν γὰρ οἱ πολλοὶ καὶ πάνυ ἀκριβῶς καὶ καλῶς τοῖς τε παραγγέλμασι τοῖς ἐμοῖς πείθεσθε καὶ τοῖς ἤθεσι τοῖς πατρίοις patri/ois Bs., patrw/iois L. ἐμμένετε, καὶ διὰ τοῦτο καὶ χώραν τοσαύτην καὶ πλοῦτον καὶ δόξαν ἐκτήσασθε· ὀλίγοι δὲ δή τινες πολλὴν αἰσχύνην
28.3 καὶ ἀδοξίαν ἅπασιν ἡμῖν προστρίβονται. καίτὁ??ʼ ἔγωγε πρότερον σαφῶς ἐπιστάμενος τοιούτους αὐτοὺς ὄντας (οὐδὲν γάρ μοι τῶν ὑμετέρων ἀμελές ἐστινʼ οὐ προσεποιούμην εἰδέναι, νομίζων ἀμείνους σφᾶς ἐκ τοῦ λαθεῖν ἂν δοκεῖν dokei=n Rk., dokei= L. ἁμαρτόντας τινὰ γενήσεσθαι, τοῦ μὴ πλεονάσαντάς ποτε καὶ
28.4 ἐφʼ οἷς συνεγνώσθησαν κολασθῆναι· ἐπεὶ μέντοι αὐτοί τε ὡς καὶ w(s kai\ Rk., kai\ w(\s L. ἐξόν σφισι πάνθʼ ὅσα βούλονται πράττειν, ὅτι μὴ κατὰ πρώτας εὐθὺς ἐδικαιώθησαν, ὑπερθρασύνονται, καὶ τοὺς ἄλλους τοὺς μηδὲν πλημμελοῦντας προσστασιάζειν ἐπιχειροῦσιν, ἀναγκαῖόν ἐστί μοι θεραπείαν τέ τινα καὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme