Book 41
29.1
ἐπιστροφὴν αὐτῶν ποιήσασθαι. οὔτε γὰρ ἄλλα τι σύστημα ἀνθρώπων συμμεῖναι καὶ σωθῆναι δύναται, ἂν μὴ τὸ κακουργοῦν σωφρονίζηται· τὸ γάρ τοι νοσῆσαν ἂν μὴ τὴν προσήκουσαν ἴασιν λάβῃ, συγκάμνειν sugka/mnein Reim., sugka/mnei L. καὶ τὸ λοιπὸν πᾶν ὥσπερ ἐν
29.2
τοῖς σώμασι ποιεῖ· ἐν δὲ δὴ ταῖς στρατιαῖς ἥκιστα διότι αὐτοί τε ἰσχὺν ἔχοντες τολμηρότεροι γίγνονται, καὶ τοὺς ἀγαθοὺς προσδιαφθείρουσιν, ἀθυμοτέρους ποιοῦντες ὡς οὐδὲν ὄφελος ἐκ τοί δικαιοπραγεῖν ἕξοντας. παρʼ οἷς γὰρ ἂν τὸ θρασυνόμενον πλεονεκτῇ, παρὰ τούτοις ἀνάγκη τὸ ἐπιεικὲς ἐλαττοῦσθαι· καὶ ἐν οἷς ἂν a)\n added by St. ἀδικία ἀτιμώρητος ᾖ, καὶ τὸ σωφρονοῦν ἀγέραστον γίγνεται
29.3
τί μὲν γὰρ ἂν ὑμεῖς ἀγαθὸν ποιεῖν φήσαιτε, fh/saite Pflugk, fh/sete L. εἰ μηδὲν οὗτοι κακὸν δρῶσιν; πῶς δʼ ἂν εἰκότως τιμᾶσθαι ἐθελήσαιτε, e)qelh/saite Bk., e)qelh/shte L. ἂν μὴ τὴν δικαίαν οὗτοι τιμωρίαν ὑπόσχωσιν; ἢ ἀγνοεῖτε τοῦθʼ, ὅτι ἂν τὸ μὲν τῶν φόβων τῆς δίκης ἐλευθερωθῇ, τὸ δὲ τῆς ἐλπίδος τῶν ἄθλων στερηθῇ, ἀγαθὸν μὲν οὐδὲν
29.4
κακὰ δὲ μυρία ἀπεργάζεται; ὥστʼ εἴπερ ἀρετὴν ὄντως ἀσκεῖτε, μισήσατε μὲν τούτους ὡς πολεμίους (οὐ γάρ που pou Pflugk, pw L. φύσει τινὶ τὸ φίλιον ἀπὸ τοῦ ἐχθροῦ διακέκριται, ἀλλὰ τοῖς τε τρόποις καὶ ταῖς πράξεσι διορίζεται, ὧν ἀγαθῶν μὲν ὄντων πᾶν καὶ τὸ ἀλλότριον οἰκειοῦται, πονηρῶν δὲ πᾶν καὶ τὸ
30.1
συγγενὲς ἀλλοτριοῦταἰ, ἀπολογήσασθε a)pologh/sasqe R. Steph., a)pologh/sasqai L. δὲ ὑπὲρ ὑμῶν αὐτῶν. ἀνάγκη γὰρ καὶ ἡμᾶς διʼ αὐτοὺς πάντας κακῶς ἀκούειν, καὶ εἰ μηδὲν ἀδικοῦμεν· a)dikou=men Pflugk, a)dikw=men L. πᾶς γάρ τις πυνθανόμενος τό τε πλῆθος. ἡμῶν καὶ τὴν ὁρμήν, ἐς πάντας ἡμᾶς καὶ τὰ τοῖς ὀλίγοις πλημμελούμενα ἀναφέρει, καὶ οὕτω τῶν πλεονεξιῶν οὐ συμμετέχοντες αὐτοῖς τῶν ἐγκλημάτων τὸ ἴσον