Book 41
30.2
φερόμεθα. τίς γὰρ ἂν οὐκ ἀγανακτήσειεν ἀκούων ὄνομα μὲν ἡμᾶς Ῥωμαίων ἔχοντας, ἔργα δὲ Κελτῶν δρῶντας; τίς δʼ οὐκ ἂν ὁρῶν ὀδύραιτο o)du/raito H. Steph., w)du/reto L. τὴν Ἰταλίαν ὁμοίως τῇ Βρεττανίᾳ πορθουμένην; πῶς δʼ οὐ δεινὸν τὰ μὲν τῶν Γαλατῶν τῶν καταπολεμηθέντων μηκέθʼ ἡμᾶς λυπεῖν, τὰ δὲ ἐντὸς τῶν Ἄλπεων ὥς τινας Ἠπειρώτας ἢ Καρχηδονίους ἢ
30.3
Κίμβρους πορθεῖν; πῶς δʼ οὐκ αἰσχρὸν σεμνύνεσθαι μὲν ἡμᾶς καὶ λέγειν ὅτι ἡμεῖς πρῶτοι Ῥωμαίων καὶ τὸν Ῥῆνον διέβημεν καὶ τὸν ὠκεανὸν ἐπλεύσαμεν, τὴν δὲ οἰκείαν ἀπαθῆ κακῶν ἀπὸ τῶν πολεμίων οὖσαν διαρπάσαι, καὶ ἀντὶ μὲν ἐπαίνου μέμψιν, ἀντὶ δὲ τιμῆς ἀτιμίαν, ἀντὶ δὲ κερδῶν ζημίας, ἀντὶ δὲ ἄθλων τιμωρίας λαβεῖν;
31.1
μὴ γάρ τοι νομίσητε μήθʼ, ὅτι στρατεύεσθε, κρείττους παρὰ τοῦτο τῶν οἴκοι πολιτῶν εἶναι· Ῥωμαῖοι γάρ ἐστε ἀμφότεροι, καὶ ὁμοίως ὑμῖν καὶ ἐκεῖνοι καὶ ἐστρατεύσαντο καὶ στρατεύσονται· μήθʼ, ὅτι ὅπλα ἔχετε, ἐξεῖναι ὑμῖν κακουργεῖν· οἵ τε γὰρ νόμοι κυριώτεροι ὑμῶν εἰσιν, καὶ πάντως
31.2
ποτὲ καὶ ταῦτα καταθήσεσθε. μὴ μέντοι μηδὲ τῷ πλήθει θαρσεῖτε· πολὺ γὰρ πλείους ὑμῶν οἱ ἀδικούμενοι, ἄν γε καὶ συστραφῶσιν, εἰσί. συστραφήσονται δέ, ἂν a)\n R. Steph., e)a\n L. τοιαῦτα ποιῆτε. poih=te R. Steph., poiei=te L. μηδʼ ὅτι τοὺς βαρβάρους ἐνικήσατε, καὶ τούτων καταφρονεῖτε ὧν οὐδὲν οὔτε κατὰ γένος οὔτε ou)/te kata\ ge/nos ou)/te Bs., kata\ ge/nos ou)/te L. κατὰ παιδείαν, οὐκ ἐκ τῆς τροφῆς, οὐκ ἐκ τῶν ἐπιτηδευμάτων,
31.3
διαφέρετε· ἀλλʼ ὥσπερ που καὶ προσῆκον καὶ συμφέρον ἐστὶν ὑμῖν, μήτε βιάζεσθέ τινα αὐτῶν μήτʼ ἀδικεῖτε, a)dikei=te R. Steph., a)dikh=te L. ἀλλὰ τά τε te Bk., me\n L. ἐπιτήδεια παρʼ ἑκουσίων σφῶν λαμβάνετε καὶ τὰ γέρα παρʼ ἑκόντων προσδέχεσθε.
32.1
πρὸς γὰρ δὴ τοῖς εἰρημένοις, τοῖς τε ἄλλοις ὅσα ἄν τις μηκύνων περὶ τῶν τοιούτων διεξέλθοι, καὶ ἐκεῖνο δεῖ ὑμᾶς προσλογίζεσθαι, proslogi/zesqai R. Steph., prologi/zesqai L. ὅτι νῦν ἡμεῖς ἐνταῦθʼ ἥκομεν ἵνα τῇ τε πατρίδι ἀδικουμένῃ βοηθήσωμεν καὶ τοὺς κακουργοῦντας αὐτὴν ἀμυνώμεθα, ἐπεὶ εἴγε ἐν μηδενὶ δεινῷ ἦν,